Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

72.2 ταχὺ δὲ τούτου τὸ προσταχθὲν ποιήσαντος ποικιλώτατον γενέσθαι συνέβη φόνον τῶν προγεγονότων· οὐ γὰρ μόνον τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις ἀδελφοὺς ἢ πατέρας ἢ παῖδας ἐξῆγεν ἐπὶ τὸν θάνατον, ἀλλὰ καὶ πάππους καὶ τούτων, εἰ τύχοι, καὶ πατέρας περιόντας ἐσχατογήρους καὶ ταῖς ὅλαις αἰσθήσεσι διὰ τὸν χρόνον ἤδη παραλελυμένους, ἔτι δὲ νηπίους παῖδας ἐν ἀγκάλαις φερομένους καὶ τῆς ἐπιφερομένης αὐτοῖς συμφορᾶς οὐδεμίαν αἴσθησιν λαμβάνοντας. ἤγοντο δὲ καὶ γυναῖκες ὅσαι μετεῖχον οἰκειότητος ἢ συγγενείας καὶ καθόλου πᾶς ὁ μέλλων τῇ καθʼ αὑτὸν τιμωρίᾳ λύπην ἐμποιῆσαι τοῖς ἐπὶ τῆς Λιβύης ἀπολειφθεῖσι.
72.3 πολλοῦ δὲ πλήθους καὶ παντοίου πρὸς τὴν θάλατταν ἀχθέντος ἐπὶ τὴν τιμωρίαν καὶ τῶν σφαγέων ἐφεστώτων δάκρυα καὶ δεήσεις καὶ θρῆνος ἐγίνετο συμφορητός, ὧν μὲν ἀνηλεῶς φονευομένων, ὧν δὲ ἐπὶ ταῖς τῶν πλησίον συμφοραῖς ἐκπληττομένων καὶ διὰ τὸ προσδοκώμενον οὐδὲν διαφερόντων
72.4 ταῖς ψυχαῖς τῶν προαποθνησκόντων. τὸ δὲ πάντων χαλεπώτατον, πολλῶν ἀναιρεθέντων καὶ παρὰ τὸν αἰγιαλὸν ἐρριμμένων τῶν σωμάτων οὔτε συγγενὴς οὐδεὶς οὔτε φίλος ἐτόλμα τινὰ κηδεύειν, φοβούμενος μὴ δόξῃ προσαγγέλλειν ἑαυτὸν μετέχοντα τῆς ἐκείνων οἰκειότητος.
72.5 διὰ δὲ τὸ πλῆθος τῶν φονευθέντων ἐπὶ τοῦ κύματος συνέβη τὴν θάλατταν ἐφʼ ἱκανὸν τόπον αἵματι κραθεῖσαν πόρρωθεν διαφαίνειν τὴν ὑπερβολὴν τῆς τοῦ πάθους ὠμότητος.
73.1 τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Κόροιβος, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον ἀρχὴν παρέλαβον Κόιντος Μάρκιος καὶ Πόπλιος Κορνήλιος. ἐπὶ δὲ τούτων Ἀντίγονος ὁ βασιλεύς, τελευτήσαντος αὐτῷ τοῦ νεωτέρου τῶν υἱῶν Φοίνικος, τοῦτον μὲν βασιλικῶς ἔθαψε, τὸν δὲ Δημήτριον ἐκ τῆς Κύπρου μεταπεμψάμενος ἤθροιζε τὰς δυνάμεις εἰς τὴν Ἀντιγονίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme