Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

103.5 τῆς δʼ ἐκ τοῦ καύματος θερμασίας τηκούσης τὴν τῆς σαρκὸς φύσιν ἱδρῶτας ἐκπίπτειν συνέβαινε καὶ διὰ τῆς νοτίδος συνεκκρίνεσθαι τὸν τῶν θηρίων ἰόν. διὸ καὶ τοῦ τρωθέντος εὐθὺς ἐνάρκα τὸ σῶμα καὶ μετʼ ὀλίγον ὀξεῖαι συνηκολούθουν ὀδύναι καὶ σπασμὸς καὶ τρόμος τὸν ὅλον ὄγκον κατεῖχεν, ὅ τε χρὼς ψυχρὸς καὶ πελιδνὸς ἐγίνετο καὶ διὰ τῶν ἐμέτων ἐξέπιπτεν χολή, πρὸς δὲ τούτοις ἀπὸ τοῦ τραύματος μέλας ἀφρὸς ἀπέρρει καὶ σηπεδὼν ἐγεννᾶτο. αὕτη δὲ νεμομένη ταχέως ἐπέτρεχε τοῖς καιρίοις τόποις τοῦ σώματος καὶ δεινοὺς θανάτους ἀπειργάζετο.
103.6 διὸ συνέβαινε τὰ ἴσα τοῖς μεγάλα τραύματʼ εἰληφόσι καὶ τοῖς μικρὰν καὶ τὴν τυχοῦσαν ἀμυχὴν ἀναδεξαμένοις. τοιαύτῃ δʼ ἀπωλείᾳ τῶν τρωθέντων ἀπολλυμένων ἐπὶ μὲν τοῖς ἄλλοις οὐχ οὕτως ὁ βασιλεὺς ἐλυπήθη, ἐπὶ δὲ Πτολεμαίῳ τῷ ὕστερον μὲν βασιλεύσαντι, τότε δὲ ἀγαπωμένῳ μεγάλως ἠχθέσθη.
103.7 ἴδιον γάρ τι καὶ παράδοξον συνέβη γενέσθαι περὶ τὸν Πτολεμαῖον, ὅ τινες εἰς θεῶν πρόνοιαν ἀνέπεμπον. ἀγαπώμενος γὰρ ὑφʼ ἁπάντων διά τε τὴν ἀρετὴν καὶ ὑπερβολὴν τῆς εἰς πάντας εὐεργεσίας, οἰκείας τοῦ φιλανθρώπου βοηθείας ἔτυχεν. ὁ γὰρ βασιλεὺς εἶδεν ὄψιν κατὰ τὸν ὕπνον, καθʼ ἣν ἔδοξεν ὁρᾶν δράκοντα βοτάνην ἐν τῷ στόματι κρατεῖν καὶ δεῖξαι ταύτης τὴν φύσιν καὶ τὴν δύναμιν καὶ τὸν τόπον ἐν ᾧ φύεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme