Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

73.2 ἔκρινε δὲ στρατεύειν ἐπὶ τὴν Αἴγυπτον. αὐτὸς μὲν οὖν τοῦ πεζοῦ στρατεύματος ἀφηγούμενος προῆγε διὰ τῆς Κοίλης Συρίας, ἔχων πεζοὺς μὲν πλείους τῶν ὀκτακισμυρίων, ἱππεῖς δὲ περὶ ὀκτακισχιλίους, ἐλέφαντας δὲ τρισὶ πλείους τῶν ὀγδοήκοντα· τῷ δὲ Δημητρίῳ παραδοὺς τὸν στόλον συνέταξε συμπαραπλεῖν ἅμα πορευομένῃ τῇ δυνάμει, παρεσκευασμένων νεῶν τῶν ἁπασῶν μακρῶν μὲν ἑκατὸν πεντήκοντα, πορίων δὲ στρατιωτικῶν ἑκατόν, ἐν οἷς ἐκομίζετο βελῶν πλῆθος.
73.3 τῶν δὲ κυβερνητῶν οἰομένων δεῖν ἀπομένειν τὴν τῆς Πλειάδος δύσιν δοκοῦσαν ἔσεσθαι μεθʼ ἡμέρας ὀκτώ, τούτοις μὲν ἐπετίμησεν ὡς κατορρωδοῦσι τοὺς κινδύνους, αὐτὸς δὲ στρατοπεδεύων περὶ Γάζαν καὶ σπεύδων φθάσαι τὴν τοῦ Πτολεμαίου παρασκευὴν τοῖς μὲν στρατιώταις παρήγγειλε δέχʼ ἡμερῶν ἔχειν ἐπισίτισιν, ἐπὶ δὲ ταῖς καμήλοις ταῖς ἀθροισθείσαις ὑπὸ τῶν Ἀράβων ἐπέθηκε σίτου μυριάδας μεδίμνων τρισκαίδεκα καὶ χόρτου πλῆθος τοῖς τετράποσι· τά τε βέλη κομίζων τοῖς ζεύγεσι προῆγε διὰ τῆς ἐρήμου μετὰ κακοπαθείας διὰ τὸ πολλοὺς εἶναι τῶν τόπων τελματώδεις καὶ μάλιστα περὶ τὰ καλούμενα Βάραθρα.
74.1 οἱ δὲ περὶ τὸν Δημήτριον ἐκ τῆς Γάζης ἐκπλεύσαντες περὶ μέσας νύκτας τὸ μὲν πρῶτον εὐδίας οὔσης ἐφʼ ἡμέρας τινὰς ταῖς ταχυναυτούσαις ναυσὶν ἐρυμούλκουν τὰ στρατιωτικὰ πόρια· ἔπειτα τῆς Πλειάδος περικαταλαμβανούσης αὐτοὺς καὶ πνεύματος ἐπιγενομένου βορίου συνέβη πολλὰ τῶν τετρηρικῶν σκαφῶν ὑπὸ τοῦ χειμῶνος κατενεχθῆναι παραβόλως ἐπὶ πόλιν Ῥαφίαν,
74.2 οὖσαν δυσπροσόρμιστον καὶ τεναγώδη. τῶν δὲ πλοίων τῶν κομιζόντων τὰ βέλη τὰ μὲν ὑπὸ τοῦ χειμῶνος συγκλυσθέντα διεφθάρη, τὰ δʼ ἐπαλινδρόμησεν εἰς τὴν Γάζαν· τοῖς δὲ κρατίστοις τῶν σκαφῶν βιασάμενοι διέτειναν μέχρι τοῦ Κασίου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme