Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

107.1 ὁ δὲ βασιλεὺς περὶ τούτων διακούσας τοῖς μὲν ἡγουμένοις τοῦ στόλου παρήγγειλεν ἐπὶ τὸν Εὐφράτην καταπλεῦσαι, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως πολλὴν χώραν διελθὼν συνῆψε τοῖς Σουσιανοῖς ὅροις. περὶ δὲ τοὺς καιροὺς τούτους Κάρανος ὁ Ἰνδός, ἐν φιλοσοφίᾳ μεγάλην ἔχων προκοπὴν καὶ τιμώμενος ὑπʼ Ἀλεξάνδρου, παράδοξον ἐποιήσατο τὴν τοῦ βίου καταστροφήν.
107.2 βεβιωκὼς γὰρ ἔτη τρία πρὸς τοῖς ἑβδομήκοντα καὶ πάντα τὸν χρόνον ἀπείρατος γεγονὼς ἀρρωστίας ἔκρινεν ἑαυτὸν ἐκ τοῦ ζῆν μεταστῆσαι ὡς τὸ τέλειον τῆς εὐδαιμονίας παρά τε τῆς φύσεως καὶ τῆς τύχης ἀπειληφώς.
107.3 καταπειραθεὶς δʼ ὑπʼ ἀρρωστίας καὶ καθʼ ἡμέραν αἰεὶ μᾶλλον βαρυνόμενος ἠξίωσε τὸν βασιλέα πυρὰν αὐτῷ μεγάλην κατασκευάσαι καὶ προσαναβάντος ἐπὶ ταύτην αὐτοῦ προστάξαι τοῖς ὑπηρέταις πῦρ ἐνεῖναι.
107.4 ὁ δὲ Ἀλέξανδρος τὸ μὲν πρῶτον αὐτὸν ἀποτρέπειν ἐπειρᾶτο ταύτης τῆς ἐπιβολῆς, ὡς δʼ οὐχ ὑπήκουσεν, ὡμολόγησε συντελέσειν περὶ ὧν ἠξιωκὼς ἦν. διαγγελθείσης δὲ τῆς πράξεως ἡ μὲν πυρὰ κατεσκευάσθη, τὸ δὲ πλῆθος κατήντησεν ἐπὶ τὴν παράδοξον θέαν.
107.5 ὁ δὲ Κάρανος ἀκολουθήσας τοῖς ἰδίοις δόγμασι τεθαρρηκότως ἐπέστη τῇ πυρᾷ καὶ μετὰ ταύτης καταφλεχθεὶς ἐτελεύτησεν. τῶν δὲ παρόντων οἱ μὲν μανίαν αὐτοῦ κατέγνωσαν, οἱ δὲ κενοδοξίαν ἐπὶ καρτερίᾳ, τινὲς δὲ τὴν εὐψυχίαν καὶ τὴν τοῦ θανάτου καταφρόνησιν ἐθαύμασαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme