Book 20
108.4
Ἅρπαλος δὲ τῶν ἐν Βαβυλῶνι θησαυρῶν καὶ τῶν προσόδων τὴν φυλακὴν πεπιστευμένος, ἐπειδὴ τάχιστα ὁ βασιλεὺς εἰς τὴν Ἰνδικὴν ἐστράτευσεν, ἀπέγνω τὴν ἐπάνοδον αὐτοῦ, δοὺς δʼ ἑαυτὸν εἰς τρυφὴν καὶ πολλῆς χώρας ἀποδεδειγμένος σατράπης τὸ μὲν πρῶτον εἰς ὕβρεις γυναικῶν καὶ παρανόμους ἔρωτας βαρβάρων ἐξετράπη καὶ πολλὰ τῆς γάζης ἀκρατεστάταις ἡδοναῖς κατανάλωσεν, ἀπὸ δὲ τῆς Ἐρυθρᾶς θαλάσσης πολὺ διάστημα κομίζων ἰχθύων πλῆθος καὶ δίαιταν πολυδάπανον ἐνιστάμενος ἐβλασφημεῖτο.
108.5
μετὰ δὲ ταῦτʼ ἐκ τῶν Ἀθηνῶν τὴν ἐπιφανεστάτην τῶν ἑταιρῶν ὄνομα Πυθονίκην μετεπέμψατο καὶ ζῶσάν τε αὐτὴν βασιλικαῖς δωρεαῖς ἐτίμησε καὶ μεταλλάξασαν ἔθαψε πολυτελῶς καὶ τάφον κατὰ τὴν Ἀττικὴν κατεσκεύασε πολυδάπανον.
108.6
μετὰ δὲ ταῦτα ἄλλην ἑταίραν Ἀττικὴν ὄνομα Γλυκέραν μεταπεμψάμενος ἐν ὑπερβαλλούσῃ τρυφῇ καὶ πολυδαπάνῳ διαιτήματι διεξῆγεν· εἰς δὲ τὰ παράλογα τῆς τύχης καταφυγὰς ποριζόμενος εὐεργέτει τὸν τῶν Ἀθηναίων δῆμον. τοῦ δὲ Ἀλεξάνδρου μετὰ τὴν ἐξ Ἰνδῶν ἐπάνοδον πολλοὺς τῶν σατραπῶν κατηγορηθέντας ἀνελόντος φοβηθεὶς τὴν τιμωρίαν καὶ συσκευασάμενος ἀργυρίου μὲν τάλαντα πεντακισχίλια, μισθοφόρους δʼ ἀθροίσας ἑξακισχιλίους ἀπῆρεν ἐκ τῆς Ἀσίας καὶ κατέπλευσεν εἰς τὴν Ἀττικήν.
108.7
οὐδενὸς δὲ αὐτῷ προσέχοντος τοὺς μὲν μισθοφόρους ἀπέλιπε περὶ Ταίναρον τῆς Λακωνικῆς, αὐτὸς δὲ μέρος τῶν χρημάτων ἀναλαβὼν ἱκέτης ἐγένετο τοῦ δήμου. ἐξαιτούμενος δὲ ὑπʼ Ἀντιπάτρου καὶ Ὀλυμπιάδος καὶ πολλὰ χρήματα διαδοὺς τοῖς ὑπὲρ αὐτοῦ δημηγοροῦσι ῥήτορσι διέδρα καὶ κατῆρεν εἰς Ταίναρον πρὸς τοὺς μισθοφόρους.