Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

110.6 μετὰ δὲ ταῦτα παρελθὼν εἴς τινα χώραν δυναμένην ἐκτρέφειν ἀγέλας παμπληθεῖς ἵππων, ἐν ᾗ τὸ παλαιὸν ἔφασαν ἑκκαίδεκα μυριάδας ἵππων γεγονέναι φορβάδων, κατὰ δὲ τὴν Ἀλεξάνδρου παρουσίαν ἓξ μόναι μυριάδες ἠριθμήθησαν, ἐνταῦθα διαμείνας ἡμέρας τριάκοντα ἑβδομαῖος διήνυσεν εἰς Ἐκβάτανα τῆς Μηδείας.
110.7 ταύτης δέ φασι διακοσίων μὲν καὶ πεντήκοντα σταδίων τὴν περίμετρον ὑπάρχειν, βασίλεια δʼ ἔχειν τῆς ὅλης Μηδείας καὶ θησαυροὺς πολλῶν χρημάτων. ἔνθα δὴ χρόνον τινὰ τὴν δύναμιν ἀναλαβὼν ἀγῶνάς τε θυμελικοὺς ἐποίει καὶ πότους συνεχεῖς τῶν φίλων,
110.8 ἐν οἷς Ἡφαιστίων ἀκαίροις μέθαις χρησάμενος καὶ περιπεσὼν ἀρρωστίᾳ τὸν βίον ἐξέλιπεν· ὁ δὲ βασιλεὺς χαλεπῶς ἐνέγκας τὸ συμβὰν τὸ σῶμα τοῦ τετελευτηκότος Περδίκκᾳ παρέδωκεν εἰς Βαβυλῶνα κομίσαι, βουλόμενος ἐπιφανεστάτην αὐτοῦ ποιήσασθαι τὴν ταφήν.
111.1 ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Ἑλλάδα ταραχαὶ συνίσταντο καὶ πραγμάτων καινῶν κινήσεις, ἐξ ὧν ὁ Λαμιακὸς πόλεμος κληθεὶς ἔλαβε τὴν ἀρχήν, ἐκ τοιαύτης τινὸς αἰτίας. τοῦ βασιλέως προστάξαντος τοῖς σατράπαις ἅπασιν ἀπομίσθους ποιῆσαι τοὺς μισθοφόρους καὶ τούτων τὸ πρόσταγμα συντελεσάντων πολλοὶ τῆς στρατείας ἀπολελυμένοι ξένοι διέτρεχον καθʼ ὅλην τὴν Ἀσίαν πλανώμενοι καὶ τὰς ἀναγκαίας τροφὰς ἐκ τῶν προνομῶν ποριζόμενοι. μετὰ δὲ ταῦτα πανταχόθεν διῆραν ἐπὶ Ταίναρον τῆς Λακωνικῆς.
111.2 ὁμοίως δὲ καὶ τῶν Περσικῶν σατραπῶν καὶ τῶν ἄλλων ἡγεμόνων οἱ περιλειφθέντες χρήματά τε καὶ στρατιώτας ἀθροίζοντες ἔπλεον ἐπὶ Ταίναρον καὶ κοινὴν δύναμιν ἤθροιζον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme