Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

74.3 τοῦτο δὲ τοῦ μὲν Νείλου διέστηκεν οὐ μακράν, ἀλίμενον δέ ἐστι καὶ κατὰ τὰς χειμερίους περιστάσεις ἀπροσόρμιστον. διόπερ ἠναγκάζοντο τὰς ἀγκύρας ἀφέντες ὡς ἂν ἐν δυσὶ σταδίοις ἀπὸ τῆς γῆς ἀποσαλεύειν, ἅμα πολλοῖς περιεχόμενοι δεινοῖς· τοῦ μὲν γὰρ κλύδωνος ῥηγνυμένου τραχύτερον ἐκινδύνευον αὔτανδρα τὰ σκάφη συγκλυσθῆναι, τῆς δὲ γῆς οὔσης ἀπροσορμίστου καὶ πολεμίας οὔτε ναῦς ἀκινδύνως ἦν προσπλεῖν οὔτε τοὺς ἄνδρας προσνήξασθαι, τὸ δὲ μέγιστον, ἐλελοίπει τὸ εἰς πότον αὐτοῖς ὕδωρ, εἰς τοιαύτην τε σπάνιν κατεκλείσθησαν ὥστε εἰ μίαν ἡμέραν ὁ χειμὼν ἐπέμεινεν,
74.4 πάντες ἂν τῷ δίψει διεφθάρησαν. ἐν ἀθυμίᾳ δʼ ὄντων ἁπάντων καὶ προσδοκωμένης ἤδη τῆς ἀπωλείας τὸ μὲν πνεῦμα κατέπαυσεν, ἡ δὲ μετʼ Ἀντιγόνου δύναμις καταντήσασα πλησίον τοῦ στόλου κατεστρατοπέδευσεν.
74.5 ἐκβάντες οὖν ἐκ τῶν σκαφῶν καὶ προσαναλαβόντες ἑαυτοὺς ἐν τῇ στρατοπεδείᾳ προσέμενον τῶν νεῶν τὰς ἀποσπασθείσας. διεφθάρη δʼ ἐν τούτῳ τῷ σάλῳ τρία σκάφη τῶν πεντηρικῶν, ἐξ ὧν ἔνιοι τῶν ἀνδρῶν διενήξαντο πρὸς τὴν γῆν. ἔπειτα Ἀντίγονος μὲν προαγαγὼν τὴν δύναμιν πλησίον τοῦ Νείλου κατεστρατοπέδευσεν, ἀπέχων δύο σταδίους τοῦ ποταμοῦ.
75.1 Πτολεμαῖος δὲ προκατειληφὼς τοὺς εὐκαιροτάτους τόπους ἀσφαλέσι φυλακαῖς ἀπέστειλέν τινας ἐν τοῖς κοντωτοῖς, παρακελευσάμενος προσπλεῖν πλησίον τῆς ἐκβάσεως καὶ κηρύττειν ὅτι δώσει τοῖς μεταβαλομένοις ἀπʼ Ἀντιγόνου τῶν μὲν ἰδιωτῶν ἑκάστοις δύο μνᾶς, τοῖς δʼ ἐφʼ ἡγεμονίας τεταγμένοις τάλαντον.
75.2 γενομένων οὖν τῶν κηρυγμάτων τοιούτων ἐνέπεσέ τις ὁρμὴ πρὸς μετάθεσιν τοῖς μετʼ Ἀντιγόνου μισθοφόροις, ἐν οἷς καὶ τῶν ἡγεμόνων πλείους προθύμους εἶναι συνέβαινε διʼ αἰτίας τινὰς εἰς τὸ μεταβολῆς ἐπιθυμεῖν.
75.3 πολλῶν δὲ πρὸς αὐτὸν αὐτομολούντων ὁ μὲν Ἀντίγονος ἐπιστήσας τῷ χείλει τοῦ ποταμοῦ τοξότας καὶ σφενδονήτας καὶ πολλὰ τῶν ὀξυβελικῶν τοὺς προσπλέοντας ἐν τοῖς κοντωτοῖς ἀνέστελλε· τῶν δʼ αὐτομολούντων συλλαβών τινας δεινῶς ᾐκίσατο, βουλόμενος καταπλήξασθαι τοὺς τῆς ὁμοίας ὁρμῆς ἀντεχομένους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme