Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

114.3 καθόλου γὰρ ὁ Ἡφαιστίων τοσαύτης ἐξουσίας καὶ φιλικῆς ἐκοινώνει παρρησίας ὡς τῆς Ὀλυμπιάδος ἀλλοτρίως ἐχούσης πρὸς αὐτὸν διὰ τὸν φθόνον καὶ κατὰ τὰς ἐπιστολὰς ἐπιτιμώσης αὐτῷ σκληρότερον καὶ ἀπειλούσης τά τε ἄλλα γράψαι πρὸς αὐτὴν ἐπιπληκτικῶς καὶ κατὰ τὴν ἐπιστολὴν ἐπὶ τελευτῆς θεῖναι ταῦτα. “καὶ πρὸς ἡμᾶς παύου διαβαλλομένη καὶ μὴ χαλέπαινε μηδὲ ἀπείλει· εἰ δὲ μή, μετρίως ἡμῖν μελήσει· οἶδας γὰρ ὅτι Ἀλέξανδρος κρείττων ἁπάντων.”
114.4 ὁ δʼ οὖν βασιλεὺς τὰ πρὸς τὴν ἐκφορὰν παρασκευαζόμενος ταῖς μὲν πλησίον πόλεσι προσέταξε κατὰ δύναμιν συμβάλλεσθαι πρὸς τὸν τῆς ἐκφορᾶς κόσμον, πᾶσι δὲ τοῖς κατὰ τὴν Ἀσίαν οἰκοῦσι προσέταξεν τὸ παρὰ τοῖς Πέρσαις ἱερὸν πῦρ καλούμενον ἐπιμελῶς σβέσαι, μέχρι ἂν τελέσῃ τὴν ἐκφοράν· τοῦτο δὲ εἰώθασιν οἱ Πέρσαι ποιεῖν κατὰ τὰς τῶν βασιλέων τελευτάς.
114.5 τὸ δὲ πλῆθος χαλεπὸν οἰωνὸν ἐτίθετο τὸ πρόσταγμα καὶ τὸ θεῖον ὑπελάμβανον προσημαίνειν τὸν τοῦ βασιλέως θάνατον. ἐγένετο δὲ καὶ ἄλλα σημεῖα παράδοξα προδηλοῦντα τὴν Ἀλεξάνδρου τελευτήν, περὶ ὧν μικρὸν ὕστερον ἐροῦμεν, ὅταν τὸν περὶ τῆς ἐκφορᾶς λόγον ἀποδῶμεν.
115.1 τῶν γὰρ ἡγεμόνων καὶ φίλων ἕκαστος στοχαζόμενος τῆς τοῦ βασιλέως ἀρεσκείας κατεσκεύαζεν εἴδωλα διʼ ἐλέφαντος καὶ χρυσοῦ καὶ τῶν ἄλλων τῶν θαυμαζομένων παρʼ ἀνθρώποις, αὐτὸς δὲ τοὺς ἀρχιτέκτονας ἀθροίσας καὶ λεπτουργῶν πλῆθος τοῦ μὲν τείχους καθεῖλεν ἐπὶ δέκα σταδίους, τὴν δʼ ὀπτὴν πλίνθον ἀναλεξάμενος καὶ τὸν δεχόμενον τὴν πυρὰν τόπον ὁμαλὸν κατασκευάσας ᾠκοδόμησε τετράπλευρον πυράν, σταδιαίας οὔσης ἑκάστης πλευρᾶς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme