Book 20
79.3
εἰ κατέλθοι δʼ εἰς τὰς Συρακούσσας, πάντως ἀναγκαῖον ἂν ἦν ἰδιώτην ὑπάρχειν καὶ ἕνα τῶν πολλῶν ἀριθμεῖσθαι, τῆς αὐτονομίας ἀγαπώσης τὴν ἰσότητα, ἔν τε ταῖς χειροτονίαις ὑπὸ τοῦ τυχόντος δημαγωγοῦ παρευημερεῖσθαι, τοῦ πλήθους ἀντικειμένου ταῖς ὑπεροχαῖς τῶν ἀνδρῶν τῶν ἀγόντων παρρησίαν. διόπερ Ἀγαθοκλῆς μὲν δικαίως ἂν λέγοιτο λελοιπέναι τὴν τῆς τυραννίδος τάξιν, Δεινοκράτης δʼ αἴτιος εἶναι νομίζοιτο τῶν ὕστερον τῷ δυνάστῃ κατορθωθέντων.
79.4
οὗτος γάρ, συνεχῶς Ἀγαθοκλέους διαπρεσβευομένου περὶ τῶν ὁμολογιῶν καὶ δεομένου συγχωρῆσαι τὰ δύο φρούρια πρὸς καταβίωσιν, ἀεὶ προφάσεις εὐλόγους κατεσκεύαζε, διʼ ὧν διέκοπτε τὰς ἐλπίδας τῶν ὁμολογιῶν, ποτὲ μὲν ἀποφαινόμενος ἐκ Σικελίας αὐτὸν ἀπαλλάττεσθαι, ποτὲ δὲ τὰ τέκνα πρὸς ὁμηρίαν αἰτῶν.
79.5
ὁ δʼ Ἀγαθοκλῆς γνοὺς αὐτοῦ τὴν ἐπίνοιαν πρὸς μὲν τοὺς φυγάδας διεπέμπετο κατηγορῶν τοῦ Δεινοκράτους ὡς διακωλύοντος αὐτοῦ τυχεῖν αὐτοὺς τῆς αὐτονομίας, πρὸς δὲ Καρχηδονίους πρεσβευτὰς ἀποστείλας συνέθετο τὴν εἰρήνην ἐφʼ οἷς τὰς πόλεις κομίσασθαι τοὺς Φοίνικας πάσας τὰς πρότερον ὑπʼ αὐτοὺς γεγενημένας· ἀντὶ δὲ τούτων ἔλαβε παρὰ Καρχηδονίων χρυσίον μὲν εἰς ἀργυρίου λόγον ἀναγόμενον τριακοσίων ταλάντων, ὡς δὲ Τίμαιός φησιν, ἑκατὸν πεντήκοντα, σίτου δὲ μεδίμνων εἴκοσι μυριάδας. καὶ τὰ μὲν περὶ Σικελίαν ἐν τούτοις ἦν.
80.1
κατὰ δὲ τὴν Ἰταλίαν Σαμνῖται μὲν Σώραν καὶ Καλατίαν πόλεις Ῥωμαίοις συμμαχούσας ἐκπολιορκήσαντες ἐξηνδραποδίσαντο· οἱ δʼ ὕπατοι δυνάμεσιν ἁδραῖς εἰς τὴν Ἰαπυγίαν ἐμβαλόντες πλησίον Σιλβίου πόλεως κατεστρατοπέδευσαν.
80.2
φρουρουμένης δὲ αὐτῆς ὑπὸ Σαμνιτῶν συνεστήσαντο πολιορκίαν ἐφʼ ἱκανὰς ἡμέρας καὶ κατὰ κράτος ἑλόντες αἰχμάλωτα σώματα πλείω τῶν πεντακισχιλίων ἔλαβον καὶ τῶν ἄλλων λαφύρων ἱκανόν τι πλῆθος.
80.3
ἀπὸ δὲ τούτων γενόμενοι τὴν τῶν Σαμνιτῶν χώραν ἐπῆλθον δενδροτομοῦντες καὶ πάντα τόπον καταφθείροντες· πολλὰ γὰρ ἔτη τῆς Ῥώμης πρὸς τοῦτο τὸ ἔθνος διαπολεμούσης ὑπὲρ τῆς ἡγεμονίας ἤλπιζον τῶν ἐπὶ τῆς χώρας κτήσεων στερήσαντες τοὺς πολεμίους ἀναγκάσειν εἶξαι τοῖς ὑπερέχουσιν.