Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

89.4 τῶν δὲ φυγάδων οἱ μὲν ἱππεῖς ἅπαντες ἀπὸ τῆς φυγῆς διεσώθησαν εἰς Ἄμβικας χωρίον, τῶν δὲ πεζῶν ἔνιοι μὲν νυκτὸς ἐπιγενομένης διέδρασαν, οἱ δὲ πλείους καταλαβόμενοι λόφον καὶ τὴν μὲν ἐκ τοῦ διαγωνίζεσθαι νίκην ἀπελπίσαντες, ἐπιθυμοῦντες δὲ συγγενῶν καὶ φίλων καὶ πατρίδος καὶ τῶν ἐν ταύτῃ καλῶν διελύσαντο πρὸς Ἀγαθοκλέα.
89.5 λαβόντων οὖν αὐτῶν πίστεις καὶ καταβάντων ἀπό τινος ἐρυμνοῦ λόφου τὰ μὲν ὅπλα παρείλετο, τὴν δὲ δύναμιν περιστήσας ἅπαντας κατηκόντισεν, ὄντας περὶ ἑπτακισχιλίους, ὡς Τίμαιός φησιν, ὡς δʼ ἔνιοι γράφουσιν, εἰς τετρακισχιλίους·
89.6 ἀεὶ γὰρ ὁ τύραννος οὗτος πίστεως μὲν καὶ τῶν ὅρκων κατεφρόνει, τὴν δʼ ἰδίαν ἰσχὺν οὐκ ἐκ τῆς περὶ αὐτὸν δυνάμεως, ἀλλʼ ἐκ τῆς τῶν ὑποτεταγμένων ἀσθενείας περιεποιεῖτο, πλεῖον δεδοικὼς τοὺς συμμάχους ἢ τοὺς πολεμίους.
90.1 τὴν δὲ ἀντιτεταγμένην δύναμιν οὕτω διαφθείρας προσεδέξατο τοὺς ὑπολελειμμένους τῶν φυγάδων καὶ πρὸς Δεινοκράτην διαλυθεὶς στρατηγὸν αὐτὸν μέρους τῆς δυνάμεως ἀπέδειξε καὶ διετέλεσε πιστεύων τὰ μέγιστα. θαυμάσειε δʼ ἄν τις ἐν τούτοις τὸν Ἀγαθοκλέα, πῶς πρὸς ἅπαντας ὑπόπτως ἔχων καὶ μηδέποτε μηδενὶ βεβαίως πιστεύσας πρὸς μόνον Δεινοκράτην διετήρησε τὴν φιλίαν μέχρι τελευτῆς.
90.2 ὁ δὲ Δεινοκράτην προδοὺς τοὺς συμμάχους τὸν μὲν Πασίφιλον ἐν τῇ Γέλᾳ συναρπάσας ἀπέκτεινεν, τὰ δὲ φρούρια καὶ τὰς πόλεις ἐνεχείρισεν Ἀγαθοκλεῖ, διετῆ χρόνον ἀναλώσας εἰς τὴν τῶν πολεμίων παράθεσιν.
90.3 κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι μὲν Παλιγνοὺς καταπολεμήσαντες τὴν χώραν ἀφείλοντο καί τισι τῶν δοξάντων τὰ Ῥωμαίων πεφρονηκέναι μετέδωκαν τῆς πολιτείας. μετὰ δὲ ταῦτα Σαμνιτῶν τὴν Φαλερνῖτιν πορθούντων ἀνέζευξαν ἐπʼ αὐτοὺς οἱ ὕπατοι καὶ γενομένης παρατάξεως προετέρησαν οἱ Ῥωμαῖοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme