Book 20
91.5
τὰς δὲ τρεῖς ἐπιφανεῖς πλευρὰς τῆς μηχανῆς ἔξωθεν συνεκάλυψε λεπίσι σιδηραῖς καθηλωμέναις, ἵνα μηδὲν ὑπὸ τῶν πυρφόρων βλάπτηται. θυρίδας δʼ εἶχον αἱ στέγαι κατὰ πρόσωπον, τοῖς μεγέθεσι καὶ τοῖς σχήμασι πρὸς τὰς ἰδιότητας τῶν μελλόντων ἀφίεσθαι βελῶν ἁρμοζούσας.
91.6
αὗται δὲ εἶχον καλύμματα διὰ μηχανῆς ἀνασπώμενα, διʼ ὧν ἀσφάλειαν ἐλάμβανον οἱ κατὰ τὰς στέγας περὶ τὴν ἄφεσιν τῶν βελῶν ἀναστρεφόμενοι· ἦσαν μὲν γὰρ ἐκ βυρσῶν περιερραμμένα, πλήρη δὲ ἐρίων, εἰς τὸ τῇ πληγῇ ἐνδιδόναι τῶν λιθοβόλων.
91.7
ἑκάστη δὲ τῶν στεγῶν εἶχε δύο κλίμακας πλατείας, ὧν τῇ μὲν πρὸς τὴν ἀνακομιδὴν τῶν χρησίμων, τῇ δὲ πρὸς τὴν κατάβασιν ἐχρῶντο πρὸς τὸ χωρὶς θορύβου πᾶν ὑπηρετεῖσθαι. οἱ δὲ μέλλοντες κινήσειν τὴν μηχανὴν ἐξελέχθησαν ἐξ ἁπάσης τῆς δυνάμεως οἱ ταῖς ῥώμαις διαφέροντες ἄνδρες τρισχίλιοι καὶ τετρακόσιοι·
91.8
τούτων δʼ οἱ μὲν ἐντὸς ἀποληφθέντες, οἱ δʼ ἐκ τῶν ὄπισθεν μερῶν παριστάμενοι προεώθουν, πολλὰ τῆς τέχνης συνεργούσης εἰς τὴν κίνησιν. κατεσκεύασε δὲ καὶ χελώνας τὰς μὲν χωστρίδας, τὰς δὲ κριοφορους καὶ στοὰς διʼ ὧν ἔμελλον οἱ τοῖς ἔργοις προσιόντες ἐλεύσεσθαι καὶ πάλιν ἐπιστρέψειν ἀσφαλῶς. τοῖς δʼ ἐκ τῶν νεῶν πληρώμασιν ἀνεκάθαρε τὸν τόπον ἐπὶ σταδίους τέτταρας, διʼ ὧν ἔμελλεν προσάξειν τὰς κατασκευασθείσας μηχανάς, ὥστε γίνεσθαι τὸ ἔργον ἐπὶ μῆκος μεσοπυργίων ἓξ καὶ πύργων ἑπτά. τὸ δʼ ἠθροισμένον πλῆθος τῶν τεχνιτῶν καὶ τῶν τοῖς ἔργοις προσιόντων οὐ πολὺ ἐλείπετο τῶν τρισμυρίων.
92.1
διόπερ τῇ πολυχειρίᾳ τάχιον τῆς προσδοκίας ἁπάντων ἐπιτελουμένων φοβερὸς ἦν ὁ Δημήτριος τοῖς Ῥοδίοις. οὐ μόνον γὰρ τὰ μεγέθη τῶν μηχανῶν καὶ τὸ πλῆθος τῆς ἠθροισμένης δυνάμεως ἐξέπληττεν αὐτούς, ἀλλὰ καὶ τὸ τοῦ βασιλέως βίαιον καὶ φιλότεχνον ἐν ταῖς πολιορκίαις.
92.2
εὐμήχανος γὰρ ὢν καθʼ ὑπερβολὴν ἐν ταῖς ἐπινοίαις καὶ πολλὰ παρὰ τὴν τῶν ἀρχιτεκτόνων τέχνην παρευρίσκων ὠνομάσθη μὲν πολιορκητής, τὴν δʼ ἐν ταῖς προσβολαῖς ὑπεροχὴν καὶ βίαν τοιαύτην εἶχεν ὥστε δόξαι μηδὲν οὕτως ὀχυρὸν εἶναι τεῖχος ὃ δύναιτʼ ἂν τὴν ἀπʼ ἐκείνου τοῖς πολιορκουμένοις ἀσφάλειαν παρέχεσθαι.