Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 3

54.12 ἐπεὶ δʼ οὐδαμοῦ τῆς Λιβύης οὐδὲν τοιοῦτον γινόμενον θεωρεῖται, περιφανῶς ὁ συγγραφεὺς σχεδιάζων εὑρίσκεται· καὶ γὰρ οἱ περὶ τὴν Ἑλλάδα ποταμοὶ τὴν αὔξησιν ἐν τῷ χειμῶνι λαμβάνουσιν οὐ διὰ τὸ μακρότερον ἀφίστασθαι τὸν ἥλιον, ἀλλὰ διὰ τὸ πλῆθος τῶν γινομένων ὄμβρων.
46.1 Ἀλκέτας μετὰ τὸν Περδίκκου θάνατον οὐκ ἔχων συμμάχους κατὰ τὴν Ἀσίαν ἔκρινε τοὺς Πισίδας εὐεργετεῖν, νομίζων ἕξειν συμμάχους πολεμικοὺς ἄνδρας καὶ χώραν ἔχοντας δυσέμβολον καὶ μεστὴν ὀχυρῶν φρουρίων.
48.3 διὸ καὶ ταχέως ἀπιστηθεὶς ὑπὸ τῶν ὑποτεταγμένων διετέλεσεν ἐπιβουλευόμενος καὶ βίον ἔχων μισούμενον· ὅθεν ταχέως τῆς ἰδίας παρανομίας οἰκείαν ἔσχε τὴν τοῦ βίου καταστροφήν. μετὰ γὰρ τὴν τοῦ πατρὸς Θήρωνος τελευτὴν πολλοὺς μισθοφόρους ἀθροίσας καὶ τῶν Ἀκραγαντίνων καὶ Ἱμεραίων προσκαταλέξας, τοὺς ἅπαντας ἤθροισεν ὑπὲρ τοὺς δισμυρίους ἱππεῖς καὶ πεζούς.
39.1 Δημόκριτος δʼ ὁ Ἀβδηρίτης φησὶν οὐ τὸν περὶ τὴν μεσημβρίαν τόπον χιονίζεσθαι, καθάπερ εἴρηκεν Εὐριπίδης καὶ Ἀναξαγόρας, ἀλλὰ τὸν περὶ τὰς ἄρκτους, καὶ τοῦτο ἐμφανὲς εἶναι πᾶσι.
46.2 διόπερ ἐν ταῖς στρατείαις παρὰ πάντας τοὺς συμμάχους ἐτίμα περιττότερον τούτους καὶ τὰς μὲν ἐκ τῆς πολεμίας ὠφελείας ἐμέριζεν αὐτοῖς, διδοὺς τῶν λαφύρων τὰ ἡμίση, κατὰ δὲ τὰς ὁμιλίας λόγοις φιλανθρώποις χρώμενος καὶ κατὰ τὰ σύνδειπνα καθʼ ἡμέραν τοὺς ἀξιολογωτάτους ἐν μέρει παραλαμβάνων ἐπὶ τὰς ἑστιάσεις, ἔτι δὲ τιμῶν πολλοὺς δωρεαῖς ἀξιολόγοις ἰδίους ταῖς εὐνοίαις κατεσκεύασεν.
48.4 μετὰ δὲ τούτων μέλλοντος αὐτοῦ πολεμεῖν τοῖς Συρακοσίοις, Ἱέρων ὁ βασιλεὺς παρασκευασάμενος δύναμιν ἀξιόλογον ἐστράτευσεν ἐπὶ τὸν Ἀκράγαντα. γενομένης δὲ μάχης ἰσχυρᾶς πλεῖστοι παραταξαμένων Ἑλλήνων πρὸς Ἕλληνας ἔπεσον.
39.2 τὸ δὲ πλῆθος τῆς σωρευομένης χιόνος ἐν τοῖς βορείοις μέρεσι περὶ μὲν τὰς τροπὰς μένειν πεπηγός, ἐν δὲ τῷ θέρει διαλυομένων ὑπὸ τῆς θερμασίας τῶν πάγων πολλὴν τηκεδόνα γίνεσθαι, καὶ διὰ τοῦτο πολλὰ γεννᾶσθαι καὶ παχέα νέφη περὶ τοὺς μετεωροτέρους τῶν τόπων, δαψιλοῦς τῆς ἀναθυμιάσεως πρὸς τὸ ὕψος αἰρομένης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme