Book 3
46.3
διόπερ καὶ τότε τὰς ἐλπίδας ἔχοντος ἐν τούτοις Ἀλκέτου τῶν ἐλπίδων αὐτὸν οὐ διεψεύσαντο. τοῦ γὰρ Ἀντιγόνου μετὰ πάσης τῆς δυνάμεως πλησίον τῆς Τερμησσοῦ καταστρατοπεδεύσαντος καὶ τὸν Ἀλκέταν ἐξαιτοῦντος, ἔτι δὲ τῶν πρεσβυτέρων συμβουλευόντων ἐκδοῦναι συστραφέντες οἱ νεώτεροι πρὸς τοὺς γονεῖς διαστάντες ἐψηφίσαντο πᾶν ὑπομένειν δεινὸν ἕνεκα τῆς τούτου σωτηρίας.
48.5
τῇ μὲν οὖν μάχῃ ἐπροτέρησαν οἱ Συρακόσιοι, κατεκόπησαν δὲ τῶν μὲν Συρακοσίων εἰς δισχιλίους, τῶν δὲ ἄλλων ὑπὲρ τοὺς τετρακισχιλίους. μετὰ δὲ ταῦτα Θρασυδαῖος μὲν ταπεινωθεὶς ἐξέπεσεν ἐκ τῆς ἀρχῆς, καὶ φυγὼν εἰς Μεγαρεῖς τοὺς Νισαίους καλουμένους, ἐκεῖ θανάτου καταγνωσθεὶς ἐτελεύτησεν· οἱ δʼ Ἀκραγαντῖνοι κομισάμενοι τὴν δημοκρατίαν, διαπρεσβευσάμενοι πρὸς Ἱέρωνα τῆς εἰρήνης ἔτυχον.
39.3
ταῦτα δʼ ὑπὸ τῶν ἐτησίων ἐλαύνεσθαι, μέχρι ἂν ὅτου προσπέσῃ τοῖς μεγίστοις ὄρεσι τῶν κατὰ τὴν οἰκουμένην, ἅ φησιν εἶναι περὶ τὴν Αἰθιοπίαν· ἔπειτα πρὸς τούτοις οὖσιν ὑψηλοῖς βιαίως θραυόμενα παμμεγέθεις ὄμβρους γεννᾶν, ἐξ ὧν πληροῦσθαι τὸν ποταμὸν μάλιστα κατὰ τὴν τῶν ἐτησίων ὥραν.
51.4
οἱ δὲ πρεσβύτεροι τὸ μὲν πρῶτον πείθειν ἐπεχείρουν τοὺς νέους μὴ διʼ ἕνα Μακεδόνα περιιδεῖν τὴν πατρίδα γινομένην δοριάλωτον· ἐπεὶ δʼ ἀμετάθετον αὐτῶν τὴν ὁρμὴν ἑώρων, λάθρᾳ συμφρονήσαντες ἐξέπεμψαν νυκτὸς πρεσβείαν πρὸς Ἀντίγονον, ἐπαγγελλόμενοι τὸν Ἀλκέταν ἢ ζῶντα παραδώσειν ἢ τετελευτηκότα.
48.6
κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαίοις πρὸς Οὐηιεντανοὺς ἐνστάντος πολέμου μεγάλη μάχη συνέστη περὶ τὴν ὀνομαζομένην Κρεμέραν. τῶν δὲ Ῥωμαίων ἡττηθέντων συνέβη πολλοὺς αὐτῶν πεσεῖν, ὧν φασί τινες τῶν συγγραφέων καὶ τοὺς Φαβίους τοὺς τριακοσίους, συγγενεῖς ἀλλήλων ὄντας καὶ διὰ τοῦτο μιᾷ περιειλημμένους προσηγορίᾳ. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
39.4
ῥᾴδιον δὲ καὶ τοῦτον ἐξελέγξαι τοὺς χρόνους τῆς αὐξήσεως ἀκριβῶς ἐξετάζοντα· ὁ γὰρ Νεῖλος ἄρχεται μὲν πληροῦσθαι κατὰ τὰς θερινὰς τροπάς, οὔπω τῶν ἐτησίων πνεόντων, λήγει δʼ ὕστερον ἰσημερίας φθινοπωρινῆς, πάλαι προπεπαυμένων τῶν εἰρημένων ἀνέμων.