Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 3

39.5 οὐ μὴν ἀλλὰ κατηγορηθεὶς ὁ Θεμιστοκλῆς τότε μὲν ἀπέφυγε τὴν τῆς προδοσίας κρίσιν. διὸ καὶ τὸ μὲν πρῶτον μετὰ τὴν ἀπόλυσιν μέγας ἦν παρὰ τοῖς Ἀθηναίοις· ἠγάπων γὰρ αὐτὸν ἐπὶ τοῖς πεπραγμένοις διαφερόντως οἱ πολῖται· μετὰ δὲ ταῦτα οἱ μὲν φοβηθέντες αὐτοῦ τὴν ὑπεροχήν, οἱ δὲ φθονήσαντες τῇ δόξῃ, τῶν μὲν εὐεργεσιῶν ἐπελάθοντο, τὴν δʼ ἰσχὺν αὐτοῦ καὶ τὸ φρόνημα ταπεινοῦν ἔσπευδον.
55.9 πρῶτον μὲν γάρ, εἴπερ ἐξ αὐτῆς τῆς Αἰγύπτου ὁ Νεῖλος τὴν αὔξησιν ἐλάμβανεν, οὐκ ἂν ἐν τοῖς ἀνωτέρω μέρεσιν ἐπληροῦτο, διὰ τε πετρώδους καὶ στερεᾶς χώρας φερόμενος· νῦν δὲ πλείω τῶν ἑξακισχιλίων σταδίων διὰ τῆς Αἰθιοπίας ῥέων τὴν πλήρωσιν ἔχει πρὶν ἢ ψαῦσαι τῆς Αἰγύπτου.
47.3 ὁ δʼ Ἀντίγονος παραλαβὼν τὸ σῶμα καὶ καταικισάμενος ἐπὶ τρεῖς ἡμέρας καὶ τοῦ νεκροῦ σῆψιν λαβόντος ἀφεὶς αὐτὸν ἄταφον ἀνέζευξεν ἐκ τῆς Πισιδικῆς. οἱ δὲ τῶν Τερμησσέων νέοι φυλάττοντες τὴν πρὸς τὸν ᾐκισμένον εὔνοιαν τό τε σῶμα ἀνείλαντο καὶ λαμπρῶς ἐκήδευσαν. οὕτως ἡ τῆς εὐεργεσίας φύσις, ἴδιόν τι φίλτρον ἔχουσα πρὸς τοὺς εὖ πεποιηκότας, ἀμετάθετον διαφυλάττει τὴν εἰς αὐτοὺς εὔνοιαν.
55.1 πρῶτον μὲν οὖν αὐτὸν ἐκ τῆς πόλεως μετέστησαν, τοῦτον τὸν ὀνομαζόμενον ὀστρακισμὸν ἐπαγαγόντες αὐτῷ, ὃς ἐνομοθετήθη μὲν ἐν ταῖς Ἀθήναις μετὰ τὴν κατάλυσιν τῶν τυράννων τῶν περὶ Πεισίστρατον, ὁ δὲ νόμος ἐγένετο τοιοῦτος.
55.10 ἔπειτʼ εἰ μὲν τὸ ῥεῦμα τοῦ Νείλου ταπεινότερον ἦν τῶν κατὰ τὴν ποταμόχωστον γῆν ἀραιωμάτων, ἐπιπολαίους ἂν εἶναι τὰς ῥαγάδας συνέβαινε, καθʼ ἃς ἀδύνατον ἦν διαμένειν τοσοῦτο πλῆθος ὕδατος· εἰ δʼ ὑψηλότερον τόπον ἐπεῖχεν ὁ ποταμὸς τῶν ἀραιωμάτων, ἀδύνατον ἦν ἐκ τῶν ταπεινοτέρων κοιλωμάτων εἰς τὴν ὑψηλοτέραν ἐπιφάνειαν τὴν τῶν ὑγρῶν σύρρυσιν γίνεσθαι.
47.4 ὁ δʼ οὖν Ἀντίγονος ἀναζεύξας ἐκ τῆς Πισιδικῆς προῆγεν ἐπὶ Φρυγίας μετὰ πάσης τῆς δυνάμεως. ὡς δὲ κατήντησεν εἰς Κρητῶν πόλιν, ἧκεν πρὸς αὐτὸν Ἀριστόδημος ὁ Μιλήσιος ἀπαγγέλλων ὅτι Ἀντίπατρος μὲν τετελεύτηκεν, ἡ δὲ τῶν ὅλων ἡγεμονία καὶ τῶν βασιλέων ἡ ἐπιμέλεια μεταπέπτωκεν εἰς Πολυπέρχοντα τὸν Μακεδόνα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme