Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 3

55.2 ἕκαστος τῶν πολιτῶν εἰς ὄστρακον ἔγραφε τοὔνομα τοῦ δοκοῦντος μάλιστα δύνασθαι καταλῦσαι τὴν δημοκρατίαν· ᾧ δʼ ἂν ὄστρακα πλείω γένηται, φεύγειν ἐκ τῆς πατρίδος ἐτέτακτο πενταετῆ χρόνον.
51.11 καθόλου δὲ τίς ἂν δυνατὸν ἡγήσαιτο τοὺς ἐκ τῶν κατὰ τὴν γῆν ἀραιωμάτων ἱδρῶτας τοσαύτην αὔξησιν τοῦ ποταμοῦ ποιεῖν ὥστε ὑπʼ αὐτοῦ σχεδὸν πᾶσαν τὴν Αἴγυπτον ἐπικλύζεσθαι; ἀφίημι γὰρ καὶ τὸ ψεῦδος τῆς τε ποταμοχώστου γῆς καὶ τῶν ἐν τοῖς ἀραιώμασι τηρουμένων ὑδάτων, ἐμφανῶν ὄντων τῶν ἐν τούτοις ἐλέγχων.
53.5 ἡσθεὶς δʼ ἐπὶ τοῖς γεγονόσι μετέωρος ἦν ταῖς ἐλπίσι καὶ διενοεῖτο τῶν κατὰ τὴν Ἀσίαν ἔχεσθαι πραγμάτων καὶ τῆς κατʼ αὐτὴν ἡγεμονίας μηδενὶ παραχωρεῖν. καὶ τὰ μὲν περὶ τὸν Ἀντίγονον ἐν τούτοις ἦν.
55.3 νομοθετῆσαι δὲ ταῦτα δοκοῦσιν οἱ Ἀθηναῖοι, οὐχ ἵνα τὴν κακίαν κολάζωσιν, ἀλλʼ ἵνα τὰ φρονήματα τῶν ὑπερεχόντων ταπεινότερα γένηται διὰ τὴν φυγήν. ὁ μὲν οὖν Θεμιστοκλῆς τὸν προειρημένον τρόπον ἐξοστρακισθεὶς ἔφυγεν ἐκ τῆς πατρίδος εἰς Ἄργος·
51.12 ὁ μὲν γὰρ Μαίανδρος ποταμὸς κατὰ τὴν Ἀσίαν πολλὴν χώραν πεποίηκε ποταμόχωστον, ἐν ᾗ τῶν συμβαινόντων περὶ τὴν ἀναπλήρωσιν τοῦ Νείλου τὸ σύνολον οὐδὲν θεωρεῖται γινόμενον.
48.1 κατὰ δὲ τὴν Μακεδονίαν Ἀντιπάτρου περιπεσόντος ἀρρωστίᾳ βαρυτέρᾳ καὶ τοῦ γήρως συνεργοῦντος πρὸς τὴν ἀπόλυσιν τοῦ βίου Ἀθηναῖοι μὲν ἐξέπεμψαν πρεσβευτὴν πρὸς Ἀντίπατρον Δημάδην, δοκοῦντα καλῶς πολιτεύεσθαι τὰ πρὸς τοὺς Μακεδόνας, ἀξιοῦντες τὸν Ἀντίπατρον, καθάπερ ἦν ἐξ ἀρχῆς ὡμολογηκώς, ἐξαγαγεῖν τὴν φρουρὰν ἐκ τῆς Μουνυχίας.
55.4 οἱ δὲ Λακεδαιμόνιοι πυθόμενοι περὶ τούτων, καὶ νομίσαντες παρὰ τῆς τύχης εἰληφέναι καιρὸν ἐπιθέσθαι τῷ Θεμιστοκλεῖ, πάλιν εἰς τὰς Ἀθήνας ἐξαπέστειλαν πρέσβεις κατηγοροῦντες τοῦ Θεμιστοκλέους ὅτι τῷ Παυσανίᾳ κεκοινώνηκε τῆς προδοσίας, καὶ δεῖν ἔφασαν τῶν κοινῶν τῆς Ἑλλάδος ἀδικημάτων εἶναι τὴν κρίσιν οὐκ ἰδίᾳ παρὰ τοῖς Ἀθηναίοις, ἀλλʼ ἐπὶ τοῦ κοινοῦ συνεδρίου τῶν Ἑλλήνων, ὅπερ εἰώθει συνεδρεύειν κατʼ ἐκεῖνον τὸν χρόνον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme