Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 3

58.10 καὶ περὶ μὲν τῆς πληρώσεως τοῦ Νείλου, δυνάμενοι ποικιλώτερον ἀντειπεῖν πρὸς ἅπαντας, ἀρκεσθησόμεθα τοῖς εἰρημένοις, ἵνα μὴ τὴν ἐξ ἀρχῆς ἡμῖν προκειμένην συντομίαν ὑπερβαίνωμεν. ἐπεὶ δὲ τὴν βίβλον ταύτην διὰ τὸ μέγεθος εἰς δύο μέρη διῃρήκαμεν, στοχαζόμενοι τῆς συμμετρίας, τὴν πρώτην μερίδα τῶν ἱστορουμένων αὐτοῦ περιγράψομεν, τὰ δὲ συνεχῆ τῶν κατὰ τὴν Αἴγυπτον ἱστορουμένων ἐν τῇ δευτέρᾳ κατατάξομεν, ἀρχὴν ποιησάμενοι τὴν ἀπαγγελίαν τῶν γενομένων βασιλέων τῆς Αἰγύπτου καὶ τοῦ παλαιοτάτου βίου παρʼ Αἰγυπτίοις.
40.6 μετεπέμποντο δὲ καὶ παρὰ Βυζαντίων στρατιώτας καὶ βέλη καὶ τἄλλα τὰ χρήσιμα πρὸς τὴν πολιορκίαν· ὧν ἅπαντα συντόμως καὶ προθύμως χορηγησάντων ἀνέλαβον ἑαυτοὺς ταῖς ἐλπίσι καὶ πρὸς τοὺς κινδύνους εὐθαρσεῖς κατέστησαν.
53.7 ἐδωρήσατο δʼ αὐτῷ καὶ πόλεις τρεῖς πρὸς διατροφὴν καὶ ἀπόλαυσιν εὐθέτους, Μαγνησίαν μὲν τὴν ἐπὶ τῷ Μαιάνδρῳ, πλεῖστον τῶν κατὰ τὴν Ἀσίαν πόλεων ἔχουσαν σῖτον, εἰς ἄρτους, Μυοῦντα δὲ εἰς ὄψον, ἔχουσαν θάλατταν εὔιχθυν, Λάμψακον δέ, ἀμπελόφυτον ἔχουσαν χώραν πολλήν, εἰς οἶνον.
42.1 τῆς πρώτης τῶν Διοδώρου βίβλων διὰ τὸ μέγεθος εἰς δύο βίβλους διῃρημένης ἡ πρώτη μὲν περιέχει προοίμιον περὶ ὅλης τῆς πραγματείας καὶ τὰ λεγόμενα παρʼ Αἰγυπτίοις περὶ τῆς τοῦ κόσμου γενέσεως καὶ τῆς τῶν ὅλων ἐξ ἀρχῆς συστάσεως, πρὸς δὲ τούτοις περὶ τῶν θεῶν, ὅσοι πόλεις ἔκτισαν κατʼ Αἴγυπτον ἐπωνύμους ἑαυτῶν ποιήσαντες, περί τε τῶν πρώτων γενομένων ἀνθρώπων καὶ τοῦ παλαιοτάτου βίου, τῆς τε τῶν ἀθανάτων τιμῆς καὶ τῆς τῶν ναῶν κατασκευῆς, ἑξῆς δὲ περὶ τῆς τοποθεσίας τῆς κατʼ Αἴγυπτον χώρας καὶ τῶν περὶ τὸν Νεῖλον ποταμὸν παραδοξολογουμένων, τῆς τε τούτου πληρώσεως τὰς αἰτίας καὶ τῶν ἱστορικῶν καὶ φιλοσόφων ἀποφάσεις, ἔτι δὲ τὰς πρὸς ἕκαστον τῶν συγγραφέων ἀντιρρήσεις·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme