Book 3
40.7
εὐθὺ δὲ καὶ μακρὰς ναῦς καθελκύσαντες παρέπλεον τὴν παραθαλάττιον καὶ τοὺς ἀπὸ τῆς χώρας ἀναλαμβάνοντες ἀπεκόμιζον εἰς τὴν πόλιν. ταχὺ δὲ στρατιωτῶν εὐπορήσαντες καὶ πολλοὺς τῶν πολιορκούντων ἀποκτείναντες ἀπετρίψαντο τὴν πολιορκίαν. Ἀρριδαῖος μὲν οὖν καταστρατηγηθεὶς ὑπὸ τῶν Κυζικηνῶν ἄπρακτος ἐπανῆλθεν εἰς τὴν ἰδίαν σατραπείαν.
58.1
Θεμιστοκλῆς μὲν οὖν ἀπολυθεὶς τοῦ παρʼ Ἕλλησι φόβου, καὶ παραδόξως ὑπὸ μὲν τῶν τὰ μέγιστα εὐεργετηθέντων φυγαδευθείς, ὑπὸ δὲ τῶν τὰ δεινότατα παθόντων εὐεργετηθείς, ἐν ταύταις ταῖς πόλεσι κατεβίωσε πάντων τῶν πρὸς ἀπόλαυσιν ἀγαθῶν εὐπορούμενος, καὶ τελευτήσας ἐν τῇ Μαγνησίᾳ ταφῆς ἔτυχεν ἀξιολόγου καὶ μνημείου τοῦ ἔτι νῦν διαμένοντος.
54.2
ἐν ταύτῃ δὲ τῇ βίβλῳ τὰ συνεχῆ τοῖς προειρημένοις διέξιμεν. ἀρχόμεθα δὲ ἀπὸ τῶν γενομένων πρώτων κατʼ Αἴγυπτον βασιλέων, καὶ τὰς κατὰ μέρος αὐτῶν πράξεις ἐκθησόμεθα μέχρι Ἀμάσιδος τοῦ βασιλέως, προεκθέμενοι κεφαλαιωδῶς τὴν ἀρχαιοτάτην ἀγωγὴν τῶν κατʼ Αἴγυπτον.
52.1
Ἀντίγονος δὲ πυθόμενος τὴν τῶν Κυζικηνῶν πόλιν πολιορκουμένην ἔτυχε μὲν ἐν Κελαιναῖς διατρίβων, κρίνας δὲ τὴν κινδυνεύουσαν πόλιν ἰδίαν κατασκευάσασθαι πρὸς τὰς μελλούσας ἐπιβολὰς ἀπέλεξεν ἐξ ἁπάσης τῆς δυνάμεως τοὺς ἀρίστους, πεζοὺς μὲν δισμυρίους,
58.2
ἔνιοι δὲ τῶν συγγραφέων φασὶ τὸν Ξέρξην ἐπιθυμήσαντα πάλιν στρατεύειν ἐπὶ τὴν Ἑλλάδα παρακαλεῖν τὸν Θεμιστοκλέα στρατηγεῖν ἐπὶ τοῦ πολέμου, τὸν δὲ συγχωρήσαντα περὶ τούτων πίστεις λαβεῖν ἐνόρκους μὴ στρατεύσειν ἐπὶ τοὺς Ἕλληνας ἄνευ Θεμιστοκλέους.
43.1
βίῳ γὰρ τὸ παλαιὸν Αἰγυπτίους φασὶ χρῆσθαι τὸ μὲν ἀρχαιότατον πόαν ἐσθίοντας καὶ τῶν ἐν τοῖς ἕλεσι γινομένων τοὺς καυλοὺς καὶ τὰς ῥίζας, πεῖραν διὰ τῆς γεύσεως ἑκάστου λαμβάνοντας, πρώτην δὲ καὶ μάλιστα προσενέγκασθαι τὴν ὀνομαζομένην ἄγρωστιν διὰ τὸ καὶ τῇ γλυκύτητι διάφορον εἶναι καὶ τὴν τροφὴν ἀρκοῦσαν παρέχεσθαι τοῖς σώμασι τῶν ἀνθρώπων·
52.2
ἱππεῖς δὲ τρισχιλίους. τούτους δὲ ἀναλαβὼν ἐν τάχει προῆγε βοηθήσων τοῖς Κυζικηνοῖς. βραχὺ δὲ τῶν καιρῶν ὑστερήσας φανερὰν μὲν ἔσχε τὴν εἰς τὴν πόλιν εὔνοιαν, τῆς δὲ ὅλης ἐπιβολῆς ἀπέτυχε.