Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 3

41.6 ὁ δὲ προϊδόμενος τὴν ἔφοδον αὐτοῦ τὰς μὲν ἀξιολογωτάτας πόλεις φρουραῖς ἠσφαλίσατο, αὐτὸς δὲ εἰς Μακεδονίαν ἐξέπλευσε, δηλώσων τοῖς τε βασιλεῦσι καὶ Πολυπέρχοντι τὴν Ἀντιγόνου τόλμαν καὶ ἀπόστασιν καὶ ἀξιώσων ἑαυτῷ βοηθεῖν.
43.2 τίς δὲ πρὸς ἅπασαν τὴν ἐκ τῆς Ἀσίας δύναμιν ἀναστάτῳ τῇ πόλει παραταχθεὶς ἐνίκησε; τίς δὲ τοῖς ἔργοις ἐν εἰρήνῃ τὴν πατρίδα δυνατὴν κατεσκεύασε τοιούτοις; τίς δὲ πολέμου μεγίστου κατασχόντος αὐτὴν διέσωσε, μιᾷ δʼ ἐπινοίᾳ τῇ περὶ τοῦ ζεύγματος γενομένῃ τὴν πεζὴν τῶν πολεμίων δύναμιν ἐξ ἡμίσους μέρους ἐταπείνωσεν, ὥστʼ εὐχείρωτον γενέσθαι τοῖς Ἕλλησι;
60.6 οἱ δʼ ἱερεῖς εὑρετὴν τῶν μὲν παιδειῶν καὶ τῶν τεχνῶν μυθολογοῦσι τὸν Ἑρμῆν γεγονέναι, τῶν δʼ εἰς τὸν βίον ἀναγκαίων τοὺς βασιλεῖς· διὸ καὶ τὸ παλαιὸν παραδίδοσθαι τὰς βασιλείας μὴ τοῖς ἐκγόνοις τῶν ἀρξάντων, ἀλλὰ τοῖς πλεῖστα καὶ μέγιστα τὸ πλῆθος εὐεργετοῦσιν, εἴτε προκαλουμένων τῶν ἀνθρώπων τοὺς ἐφʼ ἑαυτῶν βασιλεῖς ἐπὶ τὴν κοινὴν εὐεργεσίαν, εἴτε καὶ κατʼ ἀλήθειαν ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς οὕτω παρειληφότων.
41.7 ὁ δʼ Ἀντίγονος τὴν μὲν Ἔφεσον ἐξ ἐφόδου παρέλαβε συνεργησάντων αὐτῷ τινων ἐκ τῆς πόλεως· μετὰ δὲ ταῦτα καταπλεύσαντος εἰς Ἔφεσον Αἰσχύλου τοῦ Ῥοδίου καὶ κομίζοντος ἐκ Κιλικίας ἐν τέσσαρσι ναυσὶν ἀργυρίου τάλαντα ἑξακόσια ἀπεσταλμένα εἰς Μακεδονίαν πρὸς τοὺς βασιλεῖς παρείλετο, φάσκων ἑαυτῷ χρείαν ἔχειν πρὸς τὰς τῶν ξένων μισθοφορίας.
43.3 διόπερ ὅταν τὸ μέγεθος τῶν ἔργων αὐτοῦ θεωρήσωμεν, καὶ σκοποῦντες τὰ κατὰ μέρος εὕρωμεν ἐκεῖνον μὲν ὑπὸ τῆς πόλεως ἠτιμασμένον, τὴν δὲ πόλιν διὰ τὰς ἐκείνου πράξεις ἐπαιρομένην, εἰκότως τὴν δοκοῦσαν εἶναι τῶν ἁπασῶν πόλεων σοφωτάτην καὶ ἐπιεικεστάτην χαλεπωτάτην πρὸς ἐκεῖνον εὑρίσκομεν γεγενημένην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme