Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 3

58.3 ἀκόλουθον δὲ τῇ μεγαλοπρεπείᾳ ταύτῃ καὶ τὸν ἐν αὐτῷ κόσμον τῶν ἀναθημάτων γενέσθαι, τῇ τε δαπάνῃ θαυμαστὸν καὶ τῇ χειρουργίᾳ περιττῶς εἰργασμένον.
60.3 οὕτως γὰρ ἂν μάλιστα τὸν μὲν Κάσανδρον ταπεινώσειν, ἑαυτοῖς δὲ μεγάλην δόξαν καὶ πολλὰς συμμαχίας ἀξιολόγους περιποιήσειν.
57.7 πάντων δὲ πρὸς τὸν πυρσὸν ἀθροισθέντων καὶ παυσαμένων τῆς ἁρπαγῆς, τότε μὲν εἰς τὰς ναῦς ἀπεχώρησαν, τῇ δʼ ὑστεραίᾳ τρόπαιον στήσαντες ἀπέπλευσαν εἰς τὴν Κύπρον, νενικηκότες δύο καλλίστας νίκας, τὴν μὲν κατὰ γῆν, τὴν δὲ κατὰ θάλατταν· οὐδέπω γὰρ μνημονεύονται τοιαῦται καὶ τηλικαῦται πράξεις γενέσθαι κατὰ τὴν αὐτὴν ἡμέραν καὶ ναυτικῷ καὶ πεζῷ στρατοπέδῳ.
63.4 τὰς μὲν οὖν οἰκοδομὰς διαμεμενηκέναι μέχρι τῶν νεωτέρων χρόνων, τὸν δʼ ἄργυρον καὶ χρυσὸν καὶ τὴν διʼ ἐλέφαντος καὶ λιθείας πολυτέλειαν ὑπὸ Περσῶν σεσυλῆσθαι καθʼ οὓς καιροὺς ἐνέπρησε τὰ κατʼ Αἴγυπτον ἱερὰ Καμβύσης· ὅτε δή φασι τοὺς Πέρσας μετενεγκόντας τὴν εὐπορίαν ταύτην εἰς τὴν Ἀσίαν καὶ τεχνίτας ἐξ Αἰγύπτου παραλαβόντας κατασκευάσαι τὰ περιβόητα βασίλεια τά τε ἐν Περσεπόλει καὶ τὰ ἐν Σούσοις καὶ τὰ ἐν Μηδίᾳ.
44.4 εὐθὺς οὖν τοὺς ἀπὸ τῶν πόλεων παρόντας πρεσβευτὰς προσκαλεσάμενοι καὶ θαρρεῖν παρακαλέσαντες ἐπηγγείλαντο τὰς δημοκρατίας ἀποκαταστήσειν ταῖς πόλεσι καὶ τὸ κυρωθὲν δόγμα γράψαντες ἔδωκαν τοῖς πρεσβευταῖς, ὅπως κατὰ τάχος εἰς τὰς πατρίδας ἐπανελθόντες ἀπαγγείλωσι τοῖς δήμοις τὴν τῶν βασιλέων καὶ τῶν ἡγεμόνων εἰς τοὺς Ἕλληνας εὔνοιαν. ἦν δὲ τὸ διάγραμμα τοιοῦτον.
46.1 Κίμων δὲ διὰ τῆς ἰδίας στρατηγίας καὶ ἀρετῆς μεγάλα κατωρθωκώς, περιβόητον ἔσχε τὴν δόξαν οὐ μόνον παρὰ τοῖς πολίταις, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις Ἕλλησιν. αἰχμαλώτους γὰρ εἰλήφει τριακοσίας καὶ τετταράκοντα ναῦς, ἄνδρας δὲ ὑπὲρ τοὺς δισμυρίους, χρημάτων δὲ πλῆθος ἀξιόλογον.
63.5 τοσοῦτο δὲ πλῆθος χρημάτων ἀποφαίνουσι γεγονέναι τότε κατʼ Αἴγυπτον ὥστε τῶν κατὰ τὴν σύλησιν ἀπολειμμάτων κατακαυθέντων τὰ συναχθέντα κατὰ μικρὸν εὑρεθῆναι χρυσίου μὲν πλείω τῶν τριακοσίων ταλάντων, ἀργυρίου δʼ οὐκ ἐλάττω τῶν δισχιλίων καὶ τριακοσίων ταλάντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme