Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 3

37.6 τὸ δὲ θηρίον ἀπειλημμένον ἐν ἀπεστενωμένῳ τόπῳ παρὰ φύσιν συριγμὸν ἐξαίσιον ἠφίει καὶ τοῖς ὀδοῦσι τὴν περιέχουσαν σχοῖνον κατέσπα, πάντῃ δὲ διασειόμενον προσδοκίαν ἐποίησε τοῖς φέρουσιν ὡς ἐκπηδῆσον ἐκ τοῦ περιέχοντος αὐτὸ φιλοτεχνήματος. διὸ καὶ καταπλαγέντες ἔθεσαν ἐπὶ τὴν γῆν τὸν ὄφιν, καὶ τοὺς περὶ τὴν οὐρὰν τόπους κατακεντοῦντες ἀντιπεριέσπων τοῦ θηρίου τὸν ἀπὸ τῶν ὀδόντων σπαραγμὸν ἐπὶ τὴν αἴσθησιν τῶν ἀλγούντων μερῶν.
37.7 ἀπενέγκαντες δʼ εἰς τὴν Ἀλεξάνδρειαν ἐδωρήσαντο τῷ βασιλεῖ, παράδοξον θέαμα καὶ τοῖς ἀκούσασιν ἀπιστούμενον. τῇ δʼ ἐνδείᾳ τῆς τροφῆς καταπονήσαντες τὴν ἀλκὴν τοῦ θηρίου τιθασὸν ἐκ τοῦ κατʼ ὀλίγον ἐποίησαν, ὥστε θαυμαστὴν αὐτοῦ γενέσθαι τὴν ἐξημέρωσιν.
37.8 ὁ δὲ Πτολεμαῖος τοῖς μὲν κυνηγοῖς τὰς ἀξίας ἀπένειμε δωρεάς, τὸν δʼ ὄφιν ἔτρεφε τετιθασευμένον καὶ τοῖς εἰς τὴν βασιλείαν παραβάλλουσι ξένοις μέγιστον παρεχόμενον καὶ παραδοξότατον θέαμα.
37.9 διόπερ τηλικούτου μεγέθους ὄφεως εἰς ὄψιν κοινὴν κατηντηκότος οὐκ ἄξιον ἀπιστεῖν τοῖς Αἰθίοψιν οὐδὲ μῦθον ὑπολαμβάνειν τὸ θρυλούμενον ὑπʼ αὐτῶν. ἀποφαίνονται γὰρ ὁρᾶσθαι κατὰ τὴν χώραν αὐτῶν ὄφεις τηλικούτους τὸ μέγεθος ὥστε μὴ μόνον βοῦς τε καὶ ταύρους καὶ τῶν ἄλλων ζῴων τὰ τηλικαῦτα τοῖς ὄγκοις ἀναλίσκειν, ἀλλὰ καὶ τοῖς ἐλέφασιν εἰς ἀλκὴν συνίστασθαι, καὶ διὰ μὲν τῆς σπείρας ἐμπλεκομένους τοῖς σκέλεσιν ἐμποδίζειν τὴν κατὰ φύσιν κίνησιν, τὸν δʼ αὐχένα μετεωρίσαντας ὑπὲρ τὴν προβοσκίδα τὴν κεφαλὴν ἐναντίαν ποιεῖν τοῖς τῶν ἐλεφάντων ὄμμασι, διὰ δὲ τοῦ πυρωποῦ τῶν ὀφθαλμῶν ἀστραπῇ παραπλησίας τὰς λαμπηδόνας προβάλλοντας ἀποτυφλοῦν τὴν ὅρασιν, καὶ σφήλαντας ἐπὶ τὴν γῆν σαρκοφαγεῖν τὰ χειρωθέντα τῶν ζῴων. Διευκρινηκότες δʼ ἀρκούντως τὰ περὶ τὴν Αἰθιοπίαν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme