Book 3
46.7
διὸ καὶ τοῦ πράγματος εἰς ὑπόνοιαν καὶ καταστοχασμὸν πιθανὸν καταντῶντος, οἱ μὲν κατʼ Αἴγυπτον ἱερεῖς ἀπὸ τοῦ περιρρέοντος τὴν οἰκουμένην ὠκεανοῦ φασιν αὐτὸν τὴν σύστασιν λαμβάνειν, ὑγιὲς μὲν οὐδὲν λέγοντες, ἀπορίᾳ δὲ τὴν ἀπορίαν λύοντες καὶ λόγον φέροντες εἰς πίστιν αὐτὸν πολλῆς πίστεως προσδεόμενον·
37.2
συναχθείσης δὲ τῆς γερουσίας ἐβουλεύοντο περὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς Ἀθηναίους ὑπὲρ τῆς κατὰ θάλατταν ἡγεμονίας.
51.8
τῶν δὲ Τρωγλοδυτῶν οἱ μεταναστάντες ἐκ τῶν ἄνω τόπων διὰ καῦμα, προσαγορευόμενοι δὲ Βόλγιοι, λέγουσιν ἐμφάσεις τινὰς εἶναι περὶ τοὺς τόπους ἐκείνους, ἐξ ὧν ἄν τις συλλογίσαιτο διότι πολλῶν πηγῶν εἰς ἕνα τόπον ἀθροιζομένων συνίσταται τὸ ῥεῦμα τοῦ Νείλου· διὸ καὶ πολυγονώτατον αὐτὸν ὑπάρχειν πάντων τῶν γνωριζομένων ποταμῶν.
37.3
ὁμοίως δὲ καὶ τῆς κοινῆς ἐκκλησίας συναχθείσης, οἱ μὲν νεώτεροι καὶ τῶν ἄλλων οἱ πολλοὶ φιλοτίμως εἶχον ἀνακτήσασθαι τὴν ἡγεμονίαν, νομίζοντες, ἐὰν αὐτὴν περιποιήσωνται, χρημάτων τε πολλῶν εὐπορήσειν καὶ καθόλου τὴν Σπάρτην μείζονα ποιήσεσθαι καὶ δυνατωτέραν, τούς τε τῶν ἰδιωτῶν οἴκους πολλὴν ἐπίδοσιν λήψεσθαι πρὸς εὐδαιμονίαν.
51.9
οἱ δὲ περιοικοῦντες τὴν νῆσον τὴν ὀνομαζομένην Μερόην, οἷς καὶ μάλιστʼ ἄν τις συγκατάθοιτο, τῆς μὲν κατὰ τὸ πιθανὸν εὑρησιλογίας πολὺ κεχωρισμένοις, τῶν δὲ τόπων τῶν ζητουμένων ἔγγιστα κειμένοις, τοσοῦτον ἀπέχουσι τοῦ λέγειν τι περὶ τούτων ἀκριβῶς ὥστε καὶ τὸν ποταμὸν Ἀστάπουν προσηγορεύκασιν, ὅπερ ἐστὶ μεθερμηνευόμενον εἰς τὴν Ἑλλήνων διάλεκτον ἐκ τοῦ σκότους ὕδωρ.
37.4
ἀνεμιμνήσκοντο δὲ καὶ τῆς ἀρχαίας μαντείας, ἐν ᾗ προσέταξεν αὐτοῖς ὁ θεὸς σκοπεῖν, ὅπως μὴ χωλὴν ἔχωσι τὴν ἡγεμονίαν, καὶ τὸν χρησμὸν ἔφασαν εἰς οὐδὲν ἕτερον ἢ τὸ παρὸν λέγειν· χωλὴν γὰρ αὐτοῖς ὑπάρξειν τὴν ἀρχήν, ἐὰν οὐσῶν δυεῖν ἡγεμονιῶν τὴν ἑτέραν ἀποβάλωσι.
51.10
οὗτοι μὲν οὖν τῷ Νείλῳ τῆς ἐν τοῖς τόποις ἀθεωρησίας καὶ τῆς ἰδίας ἀγνοίας οἰκείαν ἔταξαν προσηγορίαν· ἡμῖν δʼ ἀληθέστατος εἶναι δοκεῖ λόγος ὁ πλεῖστον ἀπέχων τοῦ προσποιήματος.