Book 3
46.5
κομιζούσης γὰρ τῆς αὔρας τὴν ἀπόρροιαν τῶν εὐωδεστάτων, προσπίπτει τοῖς προσπλέουσι τὴν παράλιον προσηνὲς καὶ πολύ, πρὸς δὲ τούτοις ὑγιεινὸν καὶ παρηλλαγμένον ἐκ τῶν ἀρίστων μῖγμα, οὔτε γὰρ τετμημένου τοῦ καρποῦ καὶ τὴν ἰδίαν ἀκμὴν ἐκπεπνευκότος, οὔτε τὴν ἀπόθεσιν ἔχοντος ἐν ἑτερογενέσιν ἀγγείοις, ἀλλʼ ἀπʼ αὐτῆς τῆς νεαρωτάτης ὥρας καὶ τὸν βλαστὸν ἀκέραιον παρεχομένης τῆς θείας φύσεως, ὥστε τοὺς μεταλαμβάνοντας τῆς ἰδιότητος δοκεῖν ἀπολαύειν τῆς μυθολογουμένης ἀμβροσίας διὰ τὸ τὴν ὑπερβολὴν τῆς εὐωδίας μηδεμίαν ἑτέραν εὑρίσκειν οἰκείαν προσηγορίαν.
47.1
οὐ μὴν ὀλόκληρον καὶ χωρὶς φθόνου τὴν εὐδαιμονίαν τοῖς ἀνθρώποις ἡ τύχη περιέθηκεν, ἀλλὰ τοῖς τηλικούτοις δωρήμασι παρέζευξε τὸ βλάπτον καὶ νουθετῆσον τοὺς διὰ τὴν συνέχειαν τῶν ἀγαθῶν εἰωθότας καταφρονεῖν τῶν θεῶν.
47.2
κατὰ γὰρ τοὺς εὐωδεστάτους δρυμοὺς ὄφεων ὑπάρχει πλῆθος, οἳ τὸ μὲν χρῶμα φοινικοῦν ἔχουσι, μῆκος δὲ σπιθαμῆς, δήγματα δὲ ποιοῦνται παντελῶς ἀνίατα· δάκνουσι δὲ προσπηδῶντες καὶ ἁλλόμενοι πρὸς ὕψος αἱμάττουσι τὸν χρῶτα.
47.3
ἴδιον δέ τι παρὰ τοῖς ἐγχωρίοις συμβαίνει περὶ τοὺς ἠσθενηκότας ὑπὸ μακρᾶς νόσου τὰ σώματα. διαπνεομένου γὰρ τοῦ σώματος ὑπʼ ἀκράτου καὶ τμητικῆς φύσεως, καὶ τῆς συγκρίσεως τῶν ὄγκων εἰς ἀραίωμα συναγομένης, ἔκλυσις ἐπακολουθεῖ δυσβοήθητος· διόπερ τοῖς τοιούτοις ἄσφαλτον παραθυμιῶσι καὶ τράγου πώγωνα, ταῖς ἐναντίαις φύσεσι καταμαχόμενοι τὴν ὑπερβολὴν τῆς εὐωδίας. τὸ γὰρ καλὸν ποσότητι μὲν καὶ τάξει μετρούμενον ὠφελεῖ καὶ τέρπει τοὺς ἀνθρώπους, ἀναλογίας δὲ καὶ καθήκοντος καιροῦ διαμαρτὸν ἀνόνητον ἔχει τὴν δωρεάν.
47.4
τοῦ δʼ ἔθνους τούτου μητρόπολίς ἐστιν ἣν καλοῦσι Σαβάς, ἐπʼ ὄρους ᾠκισμένη. βασιλέας δʼ ἐκ γένους ἔχει τοὺς διαδεχομένους, οἷς τὰ πλήθη τιμὰς ἀπονέμει μεμιγμένας ἀγαθοῖς καὶ κακοῖς. μακάριον μὲν γὰρ βίον ἔχειν δοκοῦσιν, ὅτι πᾶσιν ἐπιτάττοντες οὐδένα λόγον ὑπέχουσι τῶν πραττομένων· ἀτυχεῖς δὲ νομίζονται καθʼ ὅσον οὐκ ἔξεστιν αὐτοῖς οὐδέποτε ἐξελθεῖν ἐκ τῶν βασιλείων, εἰ δὲ μή, γίνονται λιθόλευστοι ὑπὸ τῶν ὄχλων κατά τινα χρησμὸν ἀρχαῖον.