Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 3

48.5 τῶν δʼ ἀνέμων ζέφυροι μὲν καὶ λίβες, ἔτι δʼ ἀργέσται καὶ εὖροι, πνέουσι καθάπερ καὶ παρὰ τοῖς ἄλλοις· νότοι δὲ κατὰ μὲν Αἰθιοπίαν οὔτε πνέουσιν οὔτε γνωρίζονται τὸ σύνολον, κατὰ δὲ τὴν Τρωγλοδυτικὴν καὶ τὴν Ἀραβίαν θερμοὶ γίνονται καθʼ ὑπερβολήν, ὥστε καὶ τὰς ὕλας ἐκπυροῦν καὶ τῶν καταφευγόντων εἰς τὰς ἐν ταῖς καλύβαις σκιὰς ἐκλύειν τὰ σώματα. ὁ δὲ βορέας δικαίως ἂν ἄριστος νομίζοιτο, διικνούμενος εἰς πάντα τόπον τῆς οἰκουμένης καὶ διαμένων ψυχρός.
49.1 τούτων δʼ ἡμῖν διευκρινημένων οἰκεῖον ἂν εἴη διελθεῖν περὶ τῶν Λιβύων τῶν πλησίον Αἰγύπτου κατοικούντων καὶ τῆς ὁμόρου χώρας. τὰ γὰρ περὶ Κυρήνην καὶ τὰς Σύρτεις, ἔτι δὲ τὴν μεσόγειον τῆς κατὰ τοὺς τόπους τούτους χέρσου, κατοικεῖ τέτταρα γένη Λιβύων· ὧν οἱ μὲν ὀνομαζόμενοι Νασαμῶνες νέμονται τὰ νεύοντα μέρη πρὸς νότον, οἱ δʼ Αὐσχῖσαι τὰ πρὸς τὴν δύσιν, οἱ δὲ Μαρμαρίδαι κατοικοῦσι τὴν μεταξὺ ταινίαν Αἰγύπτου καὶ Κυρήνης, μετέχοντες καὶ τῆς παραλίου, οἱ δὲ Μάκαι πολυανθρωπίᾳ τῶν ὁμοεθνῶν προέχοντες νέμονται τοὺς τόπους τοὺς περὶ τὴν Σύρτιν.
49.2 τῶν δὲ προειρημένων Λιβύων γεωργοὶ μέν εἰσιν οἷς ὑπάρχει χώρα δυναμένη καρπὸν φέρειν δαψιλῆ, νομάδες δʼ ὅσοι τῶν κτηνῶν τὴν ἐπιμέλειαν ποιούμενοι τὰς τροφὰς ἔχουσιν ἀπὸ τούτων· ἀμφότερα δὲ τὰ γένη ταῦτα βασιλέας ἔχει καὶ βίον οὐ παντελῶς ἄγριον οὐδʼ ἀνθρωπίνης ἡμερότητος ἐξηλλαγμένον. τὸ δὲ τρίτον γένος οὔτε βασιλέως ὑπακοῦον οὔτε τοῦ δικαίου λόγον οὐδʼ ἔννοιαν ἔχον ἀεὶ λῃστεύει, ἀπροσδοκήτως δὲ τὰς ἐμβολὰς ἐκ τῆς ἐρήμου ποιούμενον ἁρπάζει τὰ παρατυχόντα, καὶ ταχέως ἀνακάμπτει πρὸς τὸν αὐτὸν τόπον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme