Book 3
51.2
οἱ δὲ τῶν νεῶν τούτων ἡγεμόνες ἐπειδὴ κατέπλευσαν εἰς τὴν Κύμην, μετὰ τῶν ἐγχωρίων μὲν ἐναυμάχησαν πρὸς τοὺς Τυρρηνούς, πολλὰς δὲ ναῦς αὐτῶν διαφθείραντες καὶ μεγάλῃ ναυμαχίᾳ νικήσαντες, τοὺς μὲν Τυρρηνοὺς ἐταπείνωσαν, τοὺς δὲ Κυμαίους ἠλευθέρωσαν τῶν φόβων, καὶ ἀπέπλευσαν ἐπὶ Συρακούσας.
53.5
καὶ ταύτην δὲ τὴν ἀπόφασιν οὐ πολλῆς ἀντιρρήσεως δεῖσθαι συμβέβηκε, φανεροῦ πᾶσιν ὄντος ὅτι διὰ τὴν ὑπερβολὴν τῶν καυμάτων ἀδύνατον χιόνα πίπτειν περὶ τὴν Αἰθιοπίαν·
49.4
γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ πολλῶν παρʼ ἀμφοτέρων πεσόντων ὁ μὲν Ἀντίγονος ἔχων ἱππεῖς ἑξακισχιλίους ἀπὸ κράτους ἤλαυνεν ἐπὶ τὴν τῶν ἐναντίων φάλαγγα, σπεύδων ἀποκόψαι τῶν περὶ τὸν Ἀλκέταν τὴν ἐπὶ ταύτην καταφυγήν.
52.1
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Μένωνος Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Λεύκιον Αἰμίλιον Μάμερκον καὶ Γάιον Κορνήλιον Λέντουλον, κατὰ δὲ τὴν Ἰταλίαν πόλεμος ἐνέστη Ταραντίνοις πρὸς τοὺς Ἰάπυγας·
53.6
καθόλου γὰρ περὶ τοὺς τόπους τούτους οὔτε πάγος οὔτε ψῦχος οὔθʼ ὅλως χειμῶνος ἔμφασις γίνεται, καὶ μάλιστα περὶ τὴν ἀνάβασιν τοῦ Νείλου. εἰ δέ τις καὶ συγχωρήσαι χιόνος εἶναι πλῆθος ἐν τοῖς ὑπὲρ Αἰθιοπίαν τόποις, ὅμως ἐλέγχεται τὸ ψεῦδος τῆς ἀποφάσεως·
49.5
οὗ συντελεσθέντος οἱ μὲν ἐπὶ τῆς ἀκρωρείας ὄντες, πολὺ τοῖς τε πλήθεσιν ὑπερέχοντες καὶ τῇ δυσχωρίᾳ τῶν τόπων πλεονεκτοῦντες, ἐτρέψαντο τοὺς προσμαχομένους. οἱ δὲ περὶ τὸν Ἀλκέταν τῆς μὲν ἐπὶ τοὺς πεζοὺς καταφυγῆς ἀποκεκλεισμένοι, τῷ δὲ πλήθει τῶν πολεμίων εἰς μέσον ἀπειλημμένοι πρόδηλον εἶχον τὴν ἀπώλειαν. διὸ καὶ τῆς σωτηρίας δυσβοηθήτου γενομένης ὁ μὲν
47.2
περὶ γὰρ ὁμόρου χώρας ἀμφισβητούντων πρὸς ἀλλήλους, ἐπὶ μέν τινας χρόνους διετέλουν ἁψιμαχοῦντες καὶ λεηλατοῦντες τὰς ἀλλήλων χώρας, ἀεὶ δὲ μᾶλλον τῆς διαφορᾶς συναυξομένης καὶ πολλάκις φόνων γινομένων, τὸ τελευταῖον εἰς ὁλοσχερῆ φιλοτιμίαν ὥρμησαν.
48.7
πᾶς γὰρ ποταμὸς ἀπὸ χιόνος ῥέων ὁμολογουμένως αὔρας ἀναδίδωσι ψυχρὰς καὶ τὸν ἀέρα παχύνει· περὶ δὲ τὸν Νεῖλον μόνον τῶν ποταμῶν οὔτε νέφους ὑποστάσεις ὑπάρχουσιν οὔτʼ αὖραι ψυχραὶ γίνονται οὔθʼ ὁ ἀὴρ παχύνεται.