Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 3

65.1 διαβοηθείσης δὲ κατὰ πάντα τόπον τῆς τοῦ θεοῦ παρουσίας, καὶ διότι πᾶσιν ἐπιεικῶς προσφερόμενος πολλὰ συμβάλλεται πρὸς τὴν ἐξημέρωσιν τοῦ κοινοῦ βίου, πανδημεὶ συναντᾶν αὐτῷ καὶ προσδέχεσθαι μετὰ πολλῆς χαρᾶς.
65.2 ὀλίγων δʼ ὄντων τῶν διʼ ὑπερηφανίαν καὶ ἀσέβειαν καταφρονούντων καὶ φασκόντων τὰς μὲν βάκχας διʼ ἀκρασίαν αὐτὸν περιάγεσθαι, τὰς δὲ τελετὰς καὶ τὰ μυστήρια φθορᾶς ἕνεκα τῶν ἀλλοτρίων γυναικῶν καταδεικνύειν, κολάζεσθαι τοὺς τοιούτους ὑπʼ αὐτοῦ παραχρῆμα.
65.3 ἐνίοτε γὰρ τῇ τῆς θείας φύσεως ὑπεροχῇ χρώμενον τιμωρεῖσθαι τοὺς ἀσεβεῖς, ποτὲ μὲν αὐτοῖς ἐμβάλλοντα μανίαν, ποτὲ δὲ ταῖς τῶν γυναικῶν χερσὶ ζῶντας διαμελίζοντα· ἐνίοτε δὲ καὶ διὰ τῆς στρατηγικῆς ἐπινοίας παραδόξως ἀναιρεῖν τοὺς ἐναντιοπραγοῦντας. ἀναδιδόναι γὰρ ταῖς βάκχαις ἀντὶ τῶν θύρσων λόγχας τῷ κιττῷ κεκαλυμμένας τὴν ἀκμὴν τοῦ σιδήρου· διὸ καὶ τῶν βασιλέων διὰ τὴν ἄγνοιαν καταφρονούντων ὡς ἂν γυναικῶν, καὶ διὰ τοῦτʼ ἀπαρασκεύων ὄντων, ἀνελπίστως ἐπιτιθέμενον κατακοντίζειν.
65.4 τῶν δὲ κολασθέντων ὑπʼ αὐτοῦ φασιν ἐπιφανεστάτους εἶναι Πενθέα μὲν παρὰ τοῖς Ἕλλησι, Μύρρανον δὲ τὸν βασιλέα παρʼ Ἰνδοῖς, Λυκοῦργον δὲ παρὰ τοῖς Θρᾳξί. μυθολογοῦσι γὰρ τὸν Διόνυσον ἐκ τῆς Ἀσίας μέλλοντα τὴν δύναμιν διαβιβάζειν εἰς τὴν Εὐρώπην, συνθέσθαι φιλίαν πρὸς Λυκοῦργον τὸν Θρᾴκης βασιλέα τῆς ἐφʼ Ἑλλησπόντῳ· διαβιβάσαντος δὲ αὐτοῦ πρώτας τὰς βάκχας ὡς εἰς φιλίαν χώραν, τὸν μὲν Λυκοῦργον παραγγεῖλαι τοῖς στρατιώταις νυκτὸς ἐπιθέσθαι καὶ τόν τε Διόνυσον καὶ τὰς μαινάδας πάσας ἀνελεῖν, τὸν δὲ Διόνυσον παρά τινος τῶν ἐγχωρίων, ὃς ἐκαλεῖτο Χάροψ, μαθόντα τὴν ἐπιβουλὴν καταπλαγῆναι διὰ τὸ τὴν δύναμιν ἐν τῷ πέραν εἶναι, παντελῶς δʼ ὀλίγους αὐτῷ τῶν φίλων συνδιαβεβηκέναι.
65.5 διόπερ λάθρᾳ τούτου διαπλεύσαντος πρὸς τὸ σφέτερον στρατόπεδον, τὸν μὲν Λυκοῦργόν φασιν ἐπιθέμενον ταῖς μαινάσιν ἐν τῷ καλουμένῳ Νυσίῳ πάσας ἀποκτεῖναι, τὸν δὲ Διόνυσον περαιώσαντα τὰς δυνάμεις μάχῃ κρατῆσαι τῶν Θρᾳκῶν, καὶ τὸν Λυκοῦργον ζωγρήσαντα τυφλῶσαί τε καὶ πᾶσαν αἰκίαν εἰσενεγκάμενον ἀνασταυρῶσαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme