Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 3

70.1 εἰς τοῦτο οὖν τὸ ἄντρον τὸν Ἄμμωνα παραγενόμενον παραθέσθαι τὸν παῖδα καὶ παραδοῦναι τρέφειν Νύσῃ, μιᾷ τῶν Ἀρισταίου θυγατέρων· ἐπιστάτην δʼ αὐτοῦ τάξαι τὸν Ἀρισταῖον, ἄνδρα συνέσει καὶ σωφροσύνῃ καὶ πάσῃ παιδείᾳ διαφέροντα.
70.2 πρὸς δὲ τὰς ἀπὸ τῆς μητρυιᾶς Ῥέας ἐπιβουλὰς φύλακα τοῦ παιδὸς καταστῆσαι τὴν Ἀθηνᾶν, μικρὸν πρὸ τούτων τῶν χρόνων γηγενῆ φανεῖσαν ἐπὶ τοῦ Τρίτωνος ποταμοῦ, διʼ ὃν Τριτωνίδα προσηγορεῦσθαι.
70.3 μυθολογοῦσι δὲ τὴν θεὸν ταύτην ἑλομένην τὸν πάντα χρόνον τὴν παρθενίαν σωφροσύνῃ τε διενεγκεῖν καὶ τὰς πλείστας τῶν τεχνῶν ἐξευρεῖν, ἀγχίνουν οὖσαν καθʼ ὑπερβολήν· ζηλῶσαι δὲ καὶ τὰ κατὰ τὸν πόλεμον, ἀλκῇ δὲ καὶ ῥώμῃ διαφέρουσαν ἄλλα τε πολλὰ πρᾶξαι μνήμης ἄξια καὶ τὴν Αἰγίδα προσαγορευομένην ἀνελεῖν, θηρίον τι καταπληκτικὸν καὶ παντελῶς δυσκαταγώνιστον·
70.4 γηγενὲς γὰρ ὑπάρχον καὶ φυσικῶς ἐκ τοῦ στόματος ἄπλατον ἐκβάλλον φλόγα τὸ μὲν πρῶτον φανῆναι περὶ τὴν Φρυγίαν, καὶ κατακαῦσαι τὴν χώραν, ἣν μέχρι τοῦ νῦν κατακεκαυμένην Φρυγίαν ὀνομάζεσθαι· ἔπειτʼ ἐπελθεῖν τὰ περὶ τὸν Ταῦρον ὄρη συνεχῶς, καὶ κατακαῦσαι τοὺς ἑξῆς δρυμοὺς μέχρι τῆς Ἰνδικῆς. μετὰ δὲ ταῦτα πάλιν ἐπὶ θάλατταν τὴν ἐπάνοδον ποιησάμενον περὶ μὲν τὴν Φοινίκην ἐμπρῆσαι τοὺς κατὰ τὸν Λίβανον δρυμούς, καὶ διʼ Αἰγύπτου πορευθὲν ἐπὶ τῆς Λιβύης διελθεῖν τοὺς περὶ τὴν ἑσπέραν τόπους, καὶ τὸ τελευταῖον εἰς τοὺς περὶ τὰ Κεραύνια δρυμοὺς ἐγκατασκῆψαι.
70.5 ἐπιφλεγομένης δὲ τῆς χώρας πάντῃ, καὶ τῶν ἀνθρώπων τῶν μὲν ἀπολλυμένων, τῶν δὲ διὰ τὸν φόβον ἐκλειπόντων τὰς πατρίδας καὶ μακρὰν ἐκτοπιζομένων, τὴν Ἀθηνᾶν φασι τὰ μὲν συνέσει τὰ δʼ ἀλκῇ καὶ ῥώμῃ περιγενομένην ἀνελεῖν τὸ θηρίον, καὶ τὴν δορὰν αὐτοῦ περιαψαμένην φορεῖν τῷ στήθει, ἅμα μὲν σκέπης ἕνεκα καὶ τῆς φυλακῆς τοῦ σώματος πρὸς τοὺς ὕστερον κινδύνους, ἅμα δʼ ἀρετῆς ὑπόμνημα καὶ δικαίας δόξης.
70.6 τὴν δὲ μητέρα τοῦ θηρίου γῆν ὀργισθεῖσαν ἀνεῖναι τοὺς ὀνομαζομένους γίγαντας ἀντιπάλους τοῖς θεοῖς, οὓς ὕστερον ὑπὸ Διὸς ἀναιρεθῆναι, συναγωνιζομένης Ἀθηνᾶς καὶ Διονύσου μετὰ τῶν ἄλλων θεῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme