Book 3
37.3
τροπῆς δὲ παντελοῦς γενομένης Ἄτταλος μὲν καὶ Δόκιμος καὶ Πολέμων καὶ πολλοὶ τῶν ἀξιολόγων ἡγεμόνων ἐζωγρήθησαν, Ἀλκέτας δὲ μετὰ τῶν ἰδίων ὑπασπιστῶν καὶ παίδων ἔφυγε μετὰ τῶν Πισιδῶν τῶν συστρατευομένων εἰς πόλιν Πισιδικὴν ὄνομα Τερμησσόν.
47.5
οἱ μὲν οὖν τοὺς Ταραντίνους διώξαντες ὀλίγου διαστήματος ὄντος πολλοὺς τῶν ἐναντίων ἀνεῖλον, οἱ δὲ τοὺς Ῥηγίνους διώκοντες ἐπὶ τοσοῦτον ἐφιλοτιμήθησαν ὥστε συνεισπεσεῖν τοῖς φεύγουσιν εἰς τὸ Ῥήγιον καὶ τῆς πόλεως κυριεῦσαι.
48.10
οὐκέτʼ οὖν εἶναι παράδοξον τὸ γινόμενον περὶ τὸν Νεῖλον· οὐ γὰρ ἐν τοῖς καύμασιν αὔξεσθαι, κατὰ τὸν χειμῶνα δὲ ταπεινοῦσθαι διὰ τὴν προειρημένην αἰτίαν.
37.4
ὁ δʼ Ἀντίγονος τούτους μὲν καθʼ ὁμολογίαν παραλαβὼν τοὺς λοιποὺς εἰς τὰ ἴδια τάγματα κατέταξε καὶ φιλανθρώπως αὐτοῖς χρησάμενος ηὔξησε τὴν ἰδίαν δύναμιν οὐ μετρίως.
53.1
μετὰ δὲ ταῦτα Ἀθήνησι μὲν ἦρχε Χάρης, ἐν Ῥώμῃ δὲ ὕπατοι καθειστήκεσαν Τίτος Μινούνιος καὶ Γάιος Ὁράτιος Πολύειδος, ἤχθη δὲ παρʼ Ἠλείοις Ὀλυμπιὰς ἑβδομηκοστὴ καὶ ἑβδόμη, καθʼ ἣν ἐνίκα στάδιον Δάνδης Ἀργεῖος. ἐπὶ δὲ τούτων κατὰ μὲν τὴν Σικελίαν Θήρων ὁ Ἀκραγαντίνων δυνάστης ἐτελεύτησεν ἄρξας ἔτη δέκα καὶ ἕξ, τὴν δὲ ἀρχὴν διεδέξατο Θρασυδαῖος ὁ υἱός.
48.11
ῥητέον οὖν καὶ πρὸς τοῦτον ὅτι καθῆκον ἦν, ὥσπερ ἀπὸ τοῦ Νείλου τὴν ὑγρασίαν ὁ ἥλιος ἐφʼ ἑαυτὸν ἐπισπᾶται κατὰ τοὺς τοῦ χειμῶνος καιρούς, οὕτω καὶ ἀπὸ τῶν ἄλλων τῶν κατὰ τὴν Λιβύην ὄντων ποταμῶν ἀναλαμβάνειν τι τῶν ὑγρῶν καὶ ταπεινοῦν τὰ φερόμενα ῥεύματα.
37.5
οἱ δὲ Πισίδαι τὸν ἀριθμὸν ὄντες εἰς ἑξακισχιλίους καὶ ταῖς ἀλκαῖς διαφέροντες παρεκάλουν τὸν Ἀλκέταν θαρρεῖν, ἐπαγγελλόμενοι μηδʼ ἑνί τῳ τρόπῳ ἐγκαταλείψειν αὐτόν. διέκειντο γὰρ πρὸς αὐτὸν εὐνοϊκῶς καθʼ ὑπερβολὴν διὰ τοιαύτας τινὰς αἰτίας.
48.2
ὁ μὲν οὖν Θήρων τὴν ἀρχὴν ἐπιεικῶς διῳκηκώς, καὶ ζῶν μεγάλης ἀποδοχῆς ἐτύγχανε παρὰ τοῖς πολίταις καὶ τελευτήσας ἡρωικῶν ἔτυχε τιμῶν, ὁ δὲ υἱὸς αὐτοῦ καὶ ζῶντος ἔτι τοῦ πατρὸς βίαιος ἦν καὶ φονικὸς καὶ τελευτήσαντος ἦρχε τῆς πατρίδος παρανόμως καὶ τυραννικῶς.