Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 4

64.1 ἅμα δὲ τούτοις πραττομένοις Νικάνωρ ὁ τὴν Μουνυχίαν κατέχων ἀκούων τὸν μὲν Κάσανδρον ἐκ Μακεδονίας κεχωρίσθαι πρὸς Ἀντίγονον, τὸν δὲ Πολυπέρχοντα προσδόκιμον εἶναι συντόμως ἥξειν εἰς τὴν Ἀττικὴν μετὰ τῆς δυνάμεως ἠξίου τοὺς Ἀθηναίους διαφυλάττειν τὴν πρὸς τὸν Κάσανδρον εὔνοιαν.
66.3 διόπερ στρατεύσαντες ἐπʼ αὐτὴν τὴν χώραν ἐδῄωσαν, καὶ τὴν Αἴγιναν πολιορκοῦντες ἔσπευδον ἑλεῖν κατὰ κράτος. καθόλου γὰρ ἐπὶ πολὺ τῇ δυνάμει προκόπτοντες οὐκέτι τοῖς συμμάχοις ὥσπερ πρότερον ἐπιεικῶς ἐχρῶντο, ἀλλὰ βιαίως καὶ ὑπερηφάνως ἦρχον.
71.6 ἔπειτα εἰς τοὺς πρὸς τὴν ἑσπέραν τόπους ἀποσταλεὶς τὴν πλείστην τῆς Λιβύης ὑπήκοον ἐποιήσατο,
64.2 οὐθενὸς δὲ αὐτῷ προσέχοντος, ἀλλὰ καὶ τὴν φρουρὰν πάντων οἰομένων δεῖν ἐξάγειν τὴν ταχίστην τὸ μὲν πρῶτον παρακρουσάμενος τὸν δῆμον ἔπεισεν ὀλίγας ἡμέρας ἐπισχεῖν· πράξειν γὰρ αὐτὸν τὰ συμφέροντα τῇ πόλει· μετὰ δὲ ταῦτα τῶν Ἀθηναίων ἐπί τινας ἡμέρας ἡσυχίαν ἐχόντων ἔλαθε νυκτὸς κατʼ ὀλίγους στρατιώτας εἰσαγαγὼν εἰς τὴν Μουνυχίαν, ὥστε γενέσθαι δύναμιν ἀξιόχρεων τηρεῖν τὴν φυλακὴν καὶ διαγωνίζεσθαι πρὸς τοὺς ἐπιβαλλομένους πολιορκεῖν τὴν φρουράν.
66.4 διόπερ οἱ πολλοὶ τῶν συμμάχων τὴν βαρύτητα φέρειν ἀδυνατοῦντες ἀλλήλοις διελέγοντο περὶ ἀποστάσεως, καί τινες τοῦ κοινοῦ συνεδρίου καταφρονήσαντες κατʼ ἰδίαν ἐτάττοντο.
71.7 παντελῶς νέος ὢν τὴν ἡλικίαν. τοῦ δὲ πατρὸς τελευτήσαντος διαδεξάμενος τὴν βασιλείαν καὶ ταῖς προκατεργασθείσαις πράξεσι μετεωρισθείς, ἐπεβάλετο τὴν οἰκουμένην κατακτήσασθαι.
64.3 οἱ δὲ Ἀθηναῖοι γνόντες τὸν Νικάνορα μηδὲν ὑγιὲς πράττοντα πρὸς μὲν τοὺς βασιλέας καὶ Πολυπέρχοντα πρεσβείαν ἐξέπεμψαν, ἀξιοῦντες βοηθεῖν αὐτοῖς κατὰ τὸ διάγραμμα τὸ γραφὲν ὑπὲρ τῆς τῶν Ἑλλήνων αὐτονομίας· αὐτοὶ δὲ πλεονάκις ἐκκλησίαν συναγαγόντες ἐβουλεύοντο πῶς χρηστέον εἴη περὶ τοῦ πρὸς Νικάνορα πολέμου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme