Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 4

14.3 οὐκ ἄξιον δὲ παραλιπεῖν οὐδὲ τὰς ὑπὸ τῶν θεῶν αὐτῷ δοθείσας δωρεὰς διὰ τὴν ἀρετήν. ἀπὸ γὰρ τῶν πολέμων τραπέντος αὐτοῦ πρὸς ἀνέσεις τε καὶ πανηγύρεις, ἔτι δʼ ἑορτὰς καὶ ἀγῶνας, ἐτίμησαν αὐτὸν δωρεαῖς οἰκείαις ἕκαστος τῶν θεῶν, Ἀθηνᾶ μὲν πέπλῳ, Ἥφαιστος δὲ ῥοπάλῳ καὶ θώρακι· καὶ πρὸς ἀλλήλους ἐφιλοτιμήθησαν οἱ προειρημένοι θεοὶ κατὰ τὰς τέχνας, τῆς μὲν πρὸς εἰρηνικὴν ἀπόλαυσιν καὶ τέρψιν, τοῦ δὲ πρὸς τὴν τῶν πολεμικῶν κινδύνων ἀσφάλειαν. τῶν δʼ ἄλλων Ποσειδῶν μὲν ἵππους ἐδωρήσατο, Ἑρμῆς δὲ ξίφος, Ἀπόλλων δὲ τόξον τε ἔδωκε καὶ τοξεύειν ἐδίδαξε, Δημήτηρ δὲ πρὸς τὸν καθαρμὸν τοῦ Κενταύρων φόνου τὰ μικρὰ μυστήρια συνεστήσατο, τὸν Ἡρακλέα τιμῶσα.
14.4 ἴδιον δέ τι συνέβη καὶ κατὰ τὴν γένεσιν τοῦ θεοῦ τούτου συντελεσθῆναι. Ζεὺς γὰρ πρώτῃ μὲν ἐμίγη γυναικὶ θνητῇ Νιόβῃ τῇ Φορωνέως, ἐσχάτῃ δʼ Ἀλκμήνῃ· ταύτην δʼ ἀπὸ Νιόβης ἑκκαιδεκάτην οἱ μυθογράφοι γενεαλογοῦσιν· ὥστε τοῦ γεννᾶν ἀνθρώπους ἐκ μὲν τῶν ταύτης ταύτης προγόνων ἤρξατο, εἰς αὐτὴν δὲ ταύτην κατέληξεν· ἐν ταύτῃ γὰρ τὰς πρὸς θνητὴν ὁμιλίας κατέλυσε, καὶ κατὰ τοὺς ὕστερον χρόνους οὐδένα τούτων γεννήσειν ἄξιον ἐλπίζων οὐκ ἐβουλήθη τοῖς κρείττοσιν ἐπεισάγειν τὰ χείρω.
15.1 μετὰ δὲ ταῦτα τῶν περὶ τὴν Παλλήνην γιγάντων ἑλομένων τὸν πρὸς τοὺς ἀθανάτους πόλεμον, Ἡρακλῆς τοῖς θεοῖς συναγωνισάμενος καὶ πολλοὺς ἀνελὼν τῶν γηγενῶν ἀποδοχῆς ἔτυχε τῆς μεγίστης. Ζεὺς γὰρ τοὺς μὲν συναγωνισαμένους τῶν θεῶν μόνους ὠνόμασεν Ὀλυμπίους, ἵνα τῇ ταύτης τιμῇ ὁ ἀγαθὸς κοσμηθεὶς ἐπωνυμίᾳ διαφέρῃ τοῦ χείρονος· ἠξίωσε δὲ ταύτης τῆς προσηγορίας τῶν ἐκ θνητῶν γυναικῶν γενομένων Διόνυσον καὶ Ἡρακλέα, οὐ μόνον ὅτι πατρὸς ἦσαν Διός, ἀλλὰ διότι καὶ τὴν προαίρεσιν ὁμοίαν ἔσχον, εὐεργετήσαντες μεγάλα τὸν βίον τῶν ἀνθρώπων.
15.2 Ζεὺς δέ, Προμηθέως παραδόντος τὸ πῦρ τοῖς ἀνθρώποις, δεσμοῖς κατελάβετο καὶ παρέστησεν ἀετὸν τὸν ἐσθίοντα τὸ ἧπαρ αὐτοῦ. Ἡρακλῆς δʼ ὁρῶν τῆς τιμωρίας αὐτὸν τυγχάνοντα διὰ τὴν τῶν ἀνθρώπων εὐεργεσίαν, τὸν μὲν ἀετὸν κατετόξευσε, τὸν δὲ Δία πείσας λῆξαι τῆς ὀργῆς ἔσωσε τὸν κοινὸν εὐεργέτην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme