Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 4

77.2 κατὰ πᾶσαν δὲ τὴν χώραν τὴν ἀπὸ Μέμφεως ἐπὶ θάλατταν ὤρυξε πυκνὰς ἐκ τοῦ ποταμοῦ διώρυχας, ἵνα τὰς μὲν συγκομιδὰς τῶν καρπῶν ποιῶνται συντόμως καὶ ῥᾳδίως, ταῖς δὲ πρὸς ἀλλήλους τῶν λαῶν ἐπιμιξίαις καὶ πᾶσι τοῖς τόποις ὑπάρχῃ ῥᾳστώνη καὶ πάντων τῶν πρὸς ἀπόλαυσιν πολλὴ δαψίλεια· τὸ δὲ μέγιστον, πρὸς τὰς τῶν πολεμίων ἐφόδους ὀχυρὰν καὶ δυσέμβολον ἐποίησε τὴν χώραν·
70.2 ὑφʼ ἕνα δὲ καὶ τὸν αὐτὸν καιρὸν οἱ μὲν περὶ τὴν πόλιν τάφρον ὤρυττον βαθεῖαν, οἱ δὲ ἀπὸ τῆς χώρας χάρακα παρεκόμιζον, τινὲς δὲ τὰ πεπονηκότα τῶν τειχῶν κατεσκεύαζον, ἄλλοι δὲ περὶ τὰς ὁπλοποιίας καὶ τὴν κατασκευὴν τῶν ὀξυβελῶν καταπελτῶν ἐγίνοντο, πᾶσα δʼ ἡ πόλις ἐν ἔργοις καθειστήκει διά τε τὴν προθυμίαν τῶν ἀνδρῶν καὶ διὰ τοὺς προσδοκωμένους κινδύνους·
77.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Φρασικλείδου Ὀλυμπιὰς μὲν ἤχθη ὀγδοηκοστή, καθʼ ἣν ἐνίκα στάδιον Τορύλλας Θετταλός, Ῥωμαῖοι δʼ ὑπάτους κατέστησαν Κόιντον Φάβιον καὶ Τίτον Κοίντιον Καπιτωλῖνον. ἐπὶ δὲ τούτων κατὰ μὲν τὴν Ἀσίαν οἱ τῶν Περσῶν στρατηγοὶ διαβάντες ἐπὶ τὴν Κιλικίαν ναῦς μὲν κατεσκεύασαν τριακοσίας κεκοσμημένας καλῶς πρὸς τὴν πολεμικὴν χρείαν, τὸ δὲ πεζὸν στρατόπεδον λαβόντες προῆγον πεζῇ διὰ Συρίας καὶ Φοινίκης· συμπαραπλέοντος δὲ καὶ τοῦ στόλου τῇ πεζῇ στρατιᾷ κατήντησαν εἰς Μέμφιν τῆς Αἰγύπτου.
77.3 τὸν γὰρ πρὸ τοῦ χρόνον ἡ κρατίστη τῆς Αἰγύπτου πᾶσα σχεδὸν ἱππάσιμος οὖσα καὶ ταῖς συνωρίσιν εὔβατος ἀπʼ ἐκείνου τοῦ χρόνου διὰ τὸ πλῆθος τῶν ἐκ τοῦ ποταμοῦ διωρύχων δυσεφοδωτάτη γέγονεν.
70.3 διεβεβόητο γὰρ τό τε μέγεθος τῆς βασιλικῆς δυνάμεως καὶ τὸ πλῆθος τῶν συνακολουθούντων ἐλεφάντων καὶ δοκούντων ἀνυπόστατον ἔχειν τήν τε ἀλκὴν καὶ τὴν τοῦ σώματος ὁρμήν.
77.2 καὶ τὸ μὲν πρῶτον τὴν πολιορκίαν τοῦ Λευκοῦ τείχους ἔλυσαν, καταπληξάμενοι τοὺς Αἰγυπτίους καὶ τοὺς Ἀθηναίους· μετὰ δὲ ταῦτα ἐμφρόνως βουλευσάμενοι κατὰ στόμα μὲν παρατάττεσθαι διέκλινον, στρατηγήμασι δὲ ἐφιλοτιμοῦντο καταλῦσαι τὸν πόλεμον. διόπερ καὶ τῶν Ἀττικῶν νεῶν ὁρμουσῶν ἐν τῇ Προσωπίτιδι λεγομένῃ νήσῳ, τὸν περιρρέοντα ποταμὸν διώρυξι διαλαβόντες ἤπειρον ἐποίησαν τὴν νῆσον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme