Book 4
77.6
ἅμα δὲ τούτοις πραττομένοις ἐν μὲν ταῖς Ἀθήναις Ἐφιάλτης ὁ Σοφωνίδου, δημαγωγὸς ὢν καὶ τὸ πλῆθος παροξύνας κατὰ τῶν Ἀρεοπαγιτῶν, ἔπεισε τὸν δῆμον ψηφίσματι μειῶσαι τὴν ἐξ Ἀρείου πάγου βουλήν, καὶ τὰ πάτρια καὶ περιβόητα νόμιμα καταλῦσαι. οὐ μὴν ἀθῷός γε διέφυγε τηλικούτοις ἀνομήμασιν ἐπιβαλόμενος, ἀλλὰ τῆς νυκτὸς ἀναιρεθεὶς ἄδηλον ἔσχε τὴν τοῦ βίου τελευτήν.
77.8
σωθεὶς δὲ παραδόξως τοὺς ἄλλους θεοὺς ἐτίμησεν ἀναθήμασι, καθότι προείρηται, πάντων δὲ μάλιστα τὸν Ἥφαιστον, ὡς ὑπὸ τούτου τετευχὼς τῆς σωτηρίας.
76.1
πολλῶν δὲ πιπτόντων παρʼ ἀμφοτέροις καὶ κατατραυματιζομένων καὶ τῆς νυκτὸς περικαταλαβούσης ὁ μὲν Πολυπέρχων ἀνακαλεσάμενος τῇ σάλπιγγι τοὺς στρατιώτας ἐπανῆλθεν ἐπὶ τὴν ἰδίαν στρατοπεδείαν.
58.1
τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Φιλοκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον ἀρχὴν διεδέξαντο Αὖλος Ποστούμιος Ῥηγοῦλος καὶ Σπόριος Φούριος Μεδιολανός. ἐπὶ δὲ τούτων Κορινθίοις καὶ Ἐπιδαυρίοις πρὸς Ἀθηναίους ἐνστάντος πολέμου, ἐστράτευσαν ἐπʼ αὐτοὺς Ἀθηναῖοι, καὶ γενομένης μάχης ἰσχυρᾶς ἐνίκησαν Ἀθηναῖοι.
58.1
πολλῶν δὲ καὶ μεγάλων περὶ τὸν Σεσόωσιν ὑπαρξάντων δοκεῖ μεγαλοπρεπέστατον αὐτῷ γεγονέναι τὸ συντελούμενον ἐν ταῖς ἐξόδοις περὶ τοὺς ἡγεμόνας.
76.2
τῇ δʼ ὑστεραίᾳ τὸν τοῦ πτώματος τόπον ἀνακαθάρας ἐποίησε βάσιμον τοῖς θηρίοις καὶ διενοεῖτο χρήσασθαι ταῖς τούτων ῥώμαις πρὸς τὴν ἅλωσιν τῆς πόλεως. οἱ δὲ Μεγαλοπολῖται Δάμιδος ἡγουμένου καὶ τούτου γεγονότος κατὰ τὴν Ἀσίαν μετʼ Ἀλεξάνδρου καὶ περὶ τὰς φύσεις καὶ χρείας τῶν ἐλεφάντων ἐμπειρίαν ἔχοντος οὐ μετρίως προετέρησαν.
58.2
μεγάλῳδὲ στόλῳ καταπλεύσαντες πρὸς τοὺς ὀνομαζομένους Ἁλιεῖς, ἀνέβησαν εἰς τὴν Πελοπόννησον, καὶ τῶν πολεμίων ἀνεῖλον οὐκ ὀλίγους. συστραφέντων δὲ τῶν Πελοποννησίων καὶ δύναμιν ἀξιόλογον ἀθροισάντων, συνέστη μάχη πρὸς τοὺς Ἀθηναίους περὶ τὴν ὀνομαζομένην Κεκρυφάλειαν, καθʼ ἣν πάλιν ἐνίκησαν Ἀθηναῖοι.