Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 4

76.4 τοῦ δὲ Πολυπέρχοντος ἀνακαθαίροντος πάντα τὸν τόπον τοῦ πτώματος καὶ τοῖς θηρίοις ἀθρόοις διὰ τούτου τὴν ἔφοδον ποιουμένου παράδοξος ἐγένετο πρᾶξις περὶ τοὺς ἐλέφαντας. οὐδενὸς γὰρ ἀπαντῶντος κατὰ στόμα τοῖς θηρίοις οἱ μὲν Ἰνδοὶ συνηνάγκαζον εἰσπίπτειν εἰς τὴν πόλιν, οἱ δʼ ἐλέφαντες τῇ ῥύμῃ προπίπτοντες ἐνέπιπτον εἰς τὰς κατακεκεντρωμένας θύρας.
73.4 διὸ καὶ στόλον ἐπʼ αὐτοὺς ἀξιόλογον ἀποστειλάντων τῶν Ἀθηναίων, οἱ τὴν Αἴγιναν κατοικοῦντες, μεγάλην ἐμπειρίαν ἔχοντες καὶ δόξαν τῶν κατὰ θάλατταν ἀγώνων, οὐ κατεπλάγησαν τὴν ὑπεροχὴν τῶν Ἀθηναίων, ἔχοντες δὲ τριήρεις ἱκανὰς καὶ προσκατασκευάσαντες ἑτέρας, ἐναυμάχησαν, καὶ λειφθέντες ἀπέβαλον τριήρεις ἑβδομήκοντα· συντριβέντες δὲ τοῖς φρονήμασι διὰ τὸ μέγεθος τῆς συμφορᾶς, ἠναγκάσθησαν εἰς τὴν Ἀθηναίων συντέλειαν καταταχθῆναι. ταῦτα μὲν οὖν Λεωκράτης ὁ στρατηγὸς κατεπράξατο τοῖς Ἀθηναίοις, τοὺς πάντας διαπολεμήσας μῆνας ἐννέα πρὸς τοὺς Αἰγινήτας.
73.4 ἐπὶ τοσοῦτο δʼ ἴσχυσε καὶ διέτεινε τοῖς χρόνοις ἠ δόξα τούτου τοῦ βασιλέως ὥστε τῆς Αἰγύπτου πολλαῖς γενεαῖς ὕστερον πεσούσης ὑπὸ τὴν ἐξουσίαν τῶν Περσῶν, καὶ Δαρείου τοῦ Ξέρξου πατρὸς σπουδάσαντος ἐν Μέμφει τὴν ἰδίαν εἰκόνα στῆσαι πρὸ τῆς Σεσοώσιος, ὁ μὲν ἀρχιερεὺς ἀντεῖπε λόγου προτεθέντος ἐν ἐκκλησίᾳ τῶν ἱερέων, ἀποφηνάμενος ὡς οὔπω Δαρεῖος ὑπερβέβηκε τὰς Σεσοώσιος πράξεις, ὁ δὲ βασιλεὺς οὐχ ὅπως ἠγανάκτησεν, ἀλλὰ καὶ τοὐναντίον ἡσθεὶς ἐπὶ τῇ παρρησίᾳ σπουδάσειν ἔφησεν ὅπως κατὰ μηδὲν ἐκείνου λειφθείη βιώσας τὸν ἴσον χρόνον, καὶ παρεκάλει συγκρίνειν τὰς ἡλικιώτιδας πράξεις· τοῦτον γὰρ δικαιότατον ἔλεγχον εἶναι τῆς ἀρετῆς.
76.5 τραυματιζόμενοι δὲ τοὺς πόδας ὑπὸ τῶν ἥλων καὶ διὰ τὸ βάρος περιπειρόμενοι τοῖς κέντροις οὔτε προϊέναι πορρώτερον οὔτε ἀναστρέφειν διὰ τὴν δυσκινησίαν ἠδύναντο. ἅμα δὲ καὶ βελῶν παντοδαπῶν ἐκ πλαγίων φερομένων οἱ μὲν ἀπέθνησκον τῶν Ἰνδῶν, οἱ δὲ κατατραυματιζόμενοι τῆς ἐνδεχομένης χρείας ὑστεροῦντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme