Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 4

73.5 ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Σικελίαν Δουκέτιος ὁ τῶν Σικελῶν βασιλεὺς, ὠνομασμένος τὸ γένος, ἰσχύων δὲ κατʼ ἐκείνους τοὺς χρόνους, Μέναινον μὲν πόλιν ἔκτισε καὶ τὴν σύνεγγυς χώραν τοῖς κατοικισθεῖσι διεμέρισε, στρατευσάμενος δʼ ἐπὶ πόλιν ἀξιόλογον Μοργαντῖναν, καὶ χειρωσάμενος αὐτήν, δόξαν ἀπηνέγκατο παρὰ τοῖς ὁμοεθνέσι.
73.5 περὶ μὲν οὖν Σεσοώσιος ἀρκεσθησόμεθα τοῖς λόγοις τοῖς ῥηθεῖσιν.
57.6 τὰ δὲ θηρία διά τε τὸ πλῆθος τῶν βελῶν καὶ τὴν ἰδιότητα τῆς τῶν ἥλων πληγῆς περιώδυνα γινόμενα τὴν διὰ τῶν φίλων ἐπιστροφὴν ἐποιοῦντο καὶ πολλοὺς αὐτῶν κατεπάτουν. τέλος δὲ τὸ μὲν ἀνδρειότατον αὐτῶν καὶ πλείστην ἔχον κατάπληξιν ἔπεσε, τῶν δὲ ἄλλων τὰ μὲν ἄχρηστα παντελῶς ἐγένετο, τὰ δὲ πολλοῖς τῶν ἰδίων θάνατον ἐπήνεγκεν.
59.1 τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Βίων, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον ἀρχὴν διεδέξαντο Πούπλιος Σερουίλιος Στροῦκτος καὶ Λεύκιος Αἰβούτιος Ἄλβας. ἐπὶ δὲ τούτων Κορινθίοις καὶ Μεγαρεῦσι περὶ χώρας ὁμόρου γενομένης ἀμφισβητήσεως, εἰς πόλεμον αἱ πόλεις ἐνέπεσον.
59.1 ὁ δʼ υἱὸς αὐτοῦ διαδεξάμενος τὴν βασιλείαν καὶ τὴν τοῦ πατρὸς προσηγορίαν ἑαυτῷ περιθέμενος πρᾶξιν μὲν πολεμικὴν ἢ μνήμης ἀξίαν οὐδʼ ἡντινοῦν συνετελέσατο, συμπτώματι δὲ περιέπεσεν ἰδιάζοντι.
77.1 μετὰ δὲ τὴν εὐημερίαν ταύτην οἱ μὲν Μεγαλοπολῖται ταῖς ψυχαῖς ἐθάρρησαν, ὁ δὲ Πολυπέρχων μετανοηθεὶς ἐπὶ τῇ πολιορκίᾳ καὶ πολὺν χρόνον ἐπιμένειν οὐ δυνάμενος ἐπὶ μὲν τῆς πολιορκίας ἀπέλιπε μέρος τῆς δυνάμεως, αὐτὸς δʼ ἐφʼ ἑτέρας ἀναγκαιοτέρας πράξεις ἐτρέπετο.
74.2 τὸ μὲν οὖν πρῶτον τὴν χώραν ἀλλήλων διετέλουν λεηλατοῦντες καὶ κατʼ ὀλίγους συμπλοκὰς ποιούμενοι· αὐξομένης δὲ τῆς διαφορᾶς οἱ Μεγαρεῖς ἀεὶ μᾶλλον ἐλαττούμενοι καὶ τοὺς Κορινθίους φοβούμενοι, συμμάχους ἐποιήσαντο τοὺς Ἀθηναίους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme