Book 4
37.4
τούτων δὲ πραχθέντων, Αἰγιμίῳ μὲν τὸ ἐπιβάλλον τῆς χώρας τρίτον μέρος παρέθετο καὶ παρεκελεύσατο φυλάττειν τοῖς ἀπʼ αὐτοῦ· ἐπανιὼν δʼ εἰς Τραχῖνα, καὶ προκληθεὶς ὑπὸ Κύκνου τοῦ Ἄρεος, τοῦτον μὲν ἀπέκτεινεν, ἐκ δὲ τῆς Ἰτώνου πορευόμενος καὶ διὰ τῆς Πελασγιώτιδος γῆς βαδίζων Ὀρμενίῳ τῷ βασιλεῖ συνέμιξεν, οὗ τὴν θυγατέρα ἐμνήστευεν Ἀστυδάμειαν· οὐ προσέχοντος δʼ αὐτοῦ διὰ τὸ ἔχειν αὐτὸν γαμετὴν Δηιάνειραν τὴν Οἰνέως, στρατεύσας ἐπʼ αὐτὸν τήν τε πόλιν εἷλε καὶ τὸν ἀπειθοῦντα βασιλέα ἀπέκτεινε, τὴν δʼ Ἀστυδάμειαν αἰχμάλωτον λαβών,
37.5
καὶ μιγεὶς αὐτῇ, Κτήσιππον υἱὸν ἐγέννησε. ταῦτα δὲ διαπραξάμενος ἐστράτευσεν εἰς τὴν Οἰχαλίαν ἐπὶ τοὺς Εὐρύτου παῖδας, ὅτι τὴν Ἰόλην μνηστεύσας ἀπέτυχε· συναγωνιζομένων δʼ αὐτῷ τῶν Ἀρκάδων, τήν τε πόλιν εἷλε καὶ τοὺς Εὐρύτου παῖδας ἀπέκτεινε, Τοξέα καὶ Μολίονα καὶ Κλυτίον. λαβὼν δὲ καὶ τὴν Ἰόλην αἰχμάλωτον ἀπῆλθε τῆς Εὐβοίας ἐπὶ τὸ ἀκρωτήριον τὸ καλούμενον Κηναῖον.
38.1
ἐνταῦθα δὲ θυσίαν ἐπιτελῶν ἀπέστειλε Λίχαν τὸν ὑπηρέτην εἰς Τραχῖνα πρὸς τὴν γυναῖκα Δηιάνειραν· τούτῳ δὲ προστεταγμένον ἦν αἰτῆσαι χιτῶνα καὶ ἱμάτιον, οἷς εἰώθει χρῆσθαι πρὸς τὰς θυσίας. ἡ δὲ Δηιάνειρα πυθομένη τοῦ Λίχα τὴν πρὸς Ἰόλην φιλοστοργίαν καὶ βουλομένη πλέον ἑαυτὴν ἀγαπᾶσθαι, τὸν χιτῶνα ἔχρισε τῷ παρὰ τοῦ Κενταύρου δεδομένῳ πρὸς ἀπώλειαν φίλτρῳ.
38.2
ὁ μὲν οὖν Λίχας ἀγνοῶν περὶ τούτων ἀπήνεγκε τὴν ἐσθῆτα πρὸς τὴν θυσίαν· ὁ δʼ Ἡρακλῆς ἐνδὺς τὸν κεχριμένον χιτῶνα, καὶ κατʼ ὀλίγον τῆς τοῦ σηπτικοῦ φαρμάκου δυνάμεως ἐνεργούσης, περιέπεσε συμφορᾷ τῇ μεγίστῃ. τῆς γὰρ ἀκίδος τὸν ἐκ τῆς ἐχίδνης ἰὸν ἀνειληφυίας, καὶ διὰ τοῦτο τοῦ χιτῶνος διὰ τὴν θερμασίαν τὴν σάρκα τοῦ σώματος λυμαινομένου, περιαλγὴς γενόμενος ὁ Ἡρακλῆς τὸν μὲν διακονήσαντα Λίχαν ἀπέκτεινε, τὸ δὲ στρατόπεδον ἀπολύσας ἐπανῆλθεν εἰς τὴν Τραχῖνα.