Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 4

51.5 ἐκπληττομένου δὲ τοῦ βασιλέως τὸ παράδοξον τῶν λόγων, ἐπαγγείλασθαι τὴν Μήδειαν παραχρῆμα ἐπὶ τοῦ σώματος ἑαυτῆς τὰς τούτων πίστεις παρέξεσθαι. εἰποῦσαν γὰρ μιᾷ τῶν Πελίου θυγατέρων καθαρὸν ἐνεγκεῖν ὕδωρ, καὶ τῆς παρθένου τὸ ῥηθὲν εὐθὺς ἐπὶ τέλος ἀγαγούσης, φασὶν εἰς οἰκίσκον τινὰ συγκλείσασαν ἑαυτὴν καὶ περινιψαμένην τὸ σῶμα πᾶν ἀποκλύσασθαι τὰς τῶν φαρμάκων δυνάμεις· ἀποκατασταθεῖσαν δʼ εἰς τὴν προϋπάρχουσαν διάθεσιν καὶ φανεῖσαν τῷ βασιλεῖ καταπλήξασθαι τοὺς ὁρῶντας, καὶ δόξαι τινὶ θεῶν προνοίᾳ μετηλλαχέναι τὸ γῆρας εἰς παρθένου νεότητα καὶ κάλλος περίβλεπτον.
51.6 ποιῆσαι δʼ αὐτὴν καὶ διά τινων φαρμάκων εἴδωλα φαντασθῆναι τῶν δρακόντων, ἐφʼ ὧν ἀποφαίνεσθαι τὴν θεὸν κομισθεῖσαν διʼ ἀέρος ἐξ Ὑπερβορέων ἐπιξενωθῆναι τῷ Πελίᾳ. τῶν δʼ ἐνεργημάτων ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν φανέντων, καὶ τοῦ βασιλέως μεγάλης ἀποδοχῆς ἀξιοῦντος τὴν Μήδειαν καὶ τὸ σύνολον πιστεύσαντος ἀληθῆ λέγειν, φασὶν αὐτὴν κατὰ μόνας ἐντυχοῦσαν τῷ Πελίᾳ παρακαλέσαι ταῖς θυγατράσι διακελεύσασθαι συνεργεῖν καὶ πράττειν ἅπερ ἂν αὐταῖς προστάττῃ· προσήκειν γὰρ τῷ τοῦ βασιλέως σώματι μὴ δουλικαῖς χερσίν, ἀλλὰ ταῖς τῶν τέκνων θεραπευθέντα τυχεῖν τῆς παρὰ θεῶν εὐεργεσίας.
51.7 διόπερ τοῦ Πελίου ταῖς θυγατράσι διαρρήδην εἰπόντος πάντα πράττειν ὅσα ἂν ἡ Μήδεια προστάττῃ περὶ τὸ σῶμα τοῦ πατρός, τὰς μὲν παρθένους ἑτοίμους οὔσας τὸ κελευόμενον ἐπιτελεῖν,
52.1 τὴν δὲ Μήδειαν νυκτὸς ἐπιγενομένης καὶ τοῦ Πελίου πρὸς ὕπνον τραπέντος λέγειν ὡς ἀναγκαῖον ἐν λέβητι καθεψῆσαι τὸ σῶμα τοῦ Πελίου. προσάντως δὲ τῶν παρθένων δεξαμένων τὸν λόγον, ἑτέραν αὐτὴν ἐπινοῆσαι πίστιν τῶν ὑπʼ αὐτῆς λεγομένων· τρεφομένου γὰρ κριοῦ πολυετοῦς κατὰ τὴν οἰκίαν, ἐπαγγείλασθαι ταῖς κόραις τοῦτον πρότερον καθεψήσειν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme