Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 4

67.6 αἰόλος μὲν οὖν τὰς ἐν τῷ Τυρρηνικῷ πελάγει καλουμένας ἀπʼ αὐτοῦ νήσους Αἰολίδας κατέσχε, καὶ πόλιν ἔκτισε τὴν ὀνομαζομένην ἀπʼ αὐτοῦ Λιπάραν· Βοιωτὸς δὲ πλεύσας πρὸς Αἰόλον τὸν τῆς Ἄρνης πατέρα, καὶ τεκνωθεὶς ὑπʼ αὐτοῦ, παρέλαβε τῆς Αἰολίδος τὴν βασιλείαν· καὶ τὴν μὲν χώραν ἀπὸ τῆς μητρὸς Ἄρνην, τοὺς δὲ λαοὺς ἀφʼ ἑαυτοῦ Βοιωτοὺς ὠνόμασε.
67.7 Βοιωτοῦ δὲ Ἴτωνος γενόμενος ἐτέκνωσεν υἱοὺς τέτταρας, Ἱππάλκιμον καὶ Ἠλεκτρύωνα, ἔτι δʼ Ἀρχίλυκον καὶ Ἀλεγήνορα. τούτων δʼ Ἱππάλκιμος μὲν ἐγέννησε Πηνέλεων, Ἠλεκτρύων δὲ Λήιτον, Ἀλεγήνωρ δὲ Κλονίον, Ἀρχίλυκος δὲ Προθοήνορα καὶ Ἀρκεσίλαον τοὺς ἐπὶ Τροίαν στρατευσαμένους ἡγεμόνας τῶν ἁπάντων Βοιωτῶν.
68.1 τούτων δʼ ἡμῖν διευκρινημένων, πειρασόμεθα διελθεῖν περὶ Σαλμωνέως καὶ Τυροῦς καὶ τῶν ἀπογόνων ἕως Νέστορος τοῦ στρατεύσαντος ἐπὶ Τροίαν. Σαλμωνεὺς γὰρ ἦν υἱὸς Αἰόλου τοῦ Ἕλληνος τοῦ Δευκαλίωνος· οὗτος δʼ ἐκ τῆς Αἰολίδος ὁρμηθεὶς μετὰ πλειόνων Αἰολέων ᾤκισε τῆς Ἠλείας παρὰ τὸν Ἀλφειὸν ποταμὸν πόλιν καὶ ἐκάλεσεν ἀφʼ ἑαυτοῦ Σαλμωνίαν. γήμας δʼ Ἀλκιδίκην τὴν Ἀλέου ἐγέννησε θυγατέρα τὴν προσαγορευθεῖσαν Τυρώ, κάλλει διαφέρουσαν.
68.2 τῆς δὲ γυναικὸς Ἀλκιδίκης ἀποθανούσης ἐπέγημε τὴν ὀνομαζομένην Σιδηρώ· αὕτη δὲ χαλεπῶς διετέθη πρὸς τὴν Τυρώ, ὡς ἂν μητρυιά. μετὰ δὲ ταῦτα Σαλμωνεύς, ὑβριστὴς ὢν καὶ ἀσεβής, ὑπὸ μὲν τῶν ὑποτεταγμένων ἐμισήθη, ὑπὸ δὲ Διὸς διὰ τὴν ἀσέβειαν ἐκεραυνώθη.
68.3 τῇ δὲ Τυροῖ, παρθένῳ κατʼ ἐκείνους τοὺς χρόνους οὔσῃ, Ποσειδῶν μιγεὶς παῖδας ἐγέννησε Πελίαν καὶ Νηλέα. ἡ δὲ Τυρὼ συνοικήσασα Κρηθεῖ ἐτέκνωσεν Ἀμυθάονα καὶ Φέρητα καὶ Αἴσονα. Κρηθέως δὲ τελευτήσαντος ἐστασίασαν περὶ τῆς βασιλείας Πελίας τε καὶ Νηλεύς· τούτων δὲ Πελίας μὲν Ἰωλκοῦ καὶ τῶν πλησίον χωρίων ἐβασίλευσε, Νηλεὺς δὲ παραλαβὼν Μελάμποδα καὶ Βίαντα τοὺς Ἀμυθάονος καὶ Ἀγλαΐας υἱοὺς καί τινας ἄλλους τῶν Ἀχαιῶν καὶ Φθιωτῶν καὶ τῶν Αἰολέων ἐστράτευσεν εἰς Πελοπόννησον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme