Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 4

68.4 καὶ Μελάμπους μὲν μάντις ὢν τὰς Ἀργείας γυναῖκας μανείσας διὰ τὴν Διονύσου μῆνιν ἐθεράπευσεν, ἀντὶ δὲ ταύτης τῆς εὐεργεσίας χάριν ἔλαβε παρὰ τοῦ βασιλέως τῶν Ἀργείων Ἀναξαγόρου τοῦ Μεγαπένθους τὰ δύο μέρη τῆς βασιλείας· κατοικήσας δʼ ἐν Ἄργει κοινὴν ἐποιήσατο τὴν βασιλείαν Βίαντι τῷ ἀδελφῷ.
68.5 γήμας δὲ Ἰφιάνειραν τὴν Μεγαπένθους ἐτέκνωσεν Ἀντιφάτην καὶ Μαντώ, ἔτι δὲ Βίαντα καὶ Προνόην· Ἀντιφάτου δὲ καὶ Ζευξίππης τῆς Ἱπποκόωντος Οἰκλῆς καὶ Ἀμφάλκης ὑπῆρξαν, Οἰκλέους δὲ καὶ Ὑπερμνήστρας τῆς Θεσπίου Ἰφιάνειρα καὶ Πολύβοια καὶ Ἀμφιάραος ἐγένοντο.
68.6 Μελάμπους μὲν οὖν καὶ Βίας καὶ οἱ ἀπʼ ἐκείνων οὕτω τῆς ἐν Ἄργει βασιλείας μετέσχον, Νηλεὺς δὲ μετὰ τῶν συνακολουθησάντων παραγενόμενος εἰς Μεσσήνην πόλιν ἔκτισε Πύλον, δόντων αὐτῷ τῶν ἐγχωρίων. ταύτης δὲ βασιλεύων καὶ γήμας Χλῶριν τὴν Ἀμφίονος τοῦ Θηβαίου, παῖδας ἐγέννησε δώδεκα, ὧν ἦν πρεσβύτατος μὲν Περικλύμενος, νεώτατος δὲ Νέστωρ ὁ ἐπὶ Τροίαν στρατεύσας. περὶ μὲν οὖν τῶν Νέστορος προγόνων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσι, στοχαζόμενοι τῆς συμμετρίας,
69.1 περὶ δὲ τῶν Λαπιθῶν καὶ Κενταύρων ἐν μέρει διέξιμεν. Ὠκεανοῦ καὶ Τηθύος κατὰ τοὺς μύθους παῖδες ἐγένοντο πλείους ποταμῶν ἐπώνυμοι, ἐν οἷς καὶ Πηνειός, ἀφʼ οὗ συνέβη τὸν ἐν Θετταλίᾳ Πηνειὸν ὀνομασθῆναι. οὗτος δὲ μιγεὶς νύμφῃ τῇ προσαγορευομένῃ Κρεούσῃ παῖδας ἐγέννησεν Ὑψέα καὶ Στίλβην, ᾗ μιγεὶς Ἀπόλλων Λαπίθην καὶ Κένταυρον ἐγέννησε.
69.2 καὶ τούτων Λαπίθης μὲν κατοικῶν περὶ τὸν Πηνειὸν ποταμὸν ἐβασίλευσε τῶν τόπων τούτων, γήμας δὲ Ὀρσινόμην τὴν Εὐρυνόμου ἐγέννησεν υἱοὺς δύο, Φόρβαντα καὶ Περίφαντα. οὗτοι μὲν οὖν ἐνταῦθα ἐβασίλευσαν, οἱ δὲ σύμπαντες λαοὶ ἀπὸ Λαπίθου Λαπίθαι προσηγορεύθησαν. τῶν δʼ υἱῶν τῶν Λαπίθου Φόρβας μὲν εἰς Ὤλενον παρῆλθεν, ἐξ ἧς μεταπεμψάμενος αὐτὸν Ἀλέκτωρ ὁ τῆς Ἠλείας βασιλεὺς βοηθόν, φοβούμενος τὴν Πέλοπος δυναστείαν, τῆς ἐν Ἤλιδι βασιλείας μετέδωκεν·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme