Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 4

84.2 διὸ καὶ στρατόπεδόν ποτε Καρχηδονίων ὑπὸ λιμοῦ πιεζόμενον διαθρέψαι, παρεχομένων τῶν ὀρῶν πολλαῖς μυριάσι χορηγίας εἰς τροφὴν ἀνέκλειπτον. ἐν ταύτῃ δὲ τῇ χώρᾳ συναγκείας δένδρων οὔσης θεοπρεποῦς καὶ Νύμφαις. ἄλσους ἀνειμένου μυθολογοῦσι γεννηθῆναι τὸν ὀνομαζόμενον Δάφνιν, Ἑρμοῦ μὲν καὶ Νύμφης υἱόν, ἀπὸ δὲ τοῦ πλήθους καὶ τῆς πυκνότητος τῆς φυομένης δάφνης ὠνομάσθαι Δάφνιν.
84.3 τοῦτον δʼ ὑπὸ Νυμφῶν τραφέντα, καὶ βοῶν ἀγέλας παμπληθεῖς κεκτημένον, τούτων ποιεῖσθαι πολλὴν ἐπιμέλειαν· ἀφʼ ἧς αἰτίας βουκόλον αὐτὸν ὀνομασθῆναι. φύσει δὲ διαφόρῳ πρὸς εὐμέλειαν κεχορηγημένον ἐξευρεῖν τὸ βουκολικὸν ποίημα καὶ μέλος, ὃ μέχρι τοῦ νῦν κατὰ τὴν Σικελίαν τυγχάνει διαμένον ἐν ἀποδοχῇ.
84.4 μυθολογοῦσι δὲ τὸν Δάφνιν μετὰ τῆς Ἀρτέμιδος κυνηγεῖν ὑπηρετοῦντα τῇ θεῷ κεχαρισμένως, καὶ διὰ τῆς σύριγγος καὶ βουκολικῆς μελῳδίας τέρπειν αὐτὴν διαφερόντως. λέγουσι δʼ αὐτοῦ μίαν τῶν Νυμφῶν ἐρασθεῖσαν προειπεῖν, ἐὰν ἄλλῃ τινὶ πλησιάσῃ, στερήσεσθαι τῆς ὁράσεως· κἀκεῖνον ὑπό τινος θυγατρὸς βασιλέως καταμεθυσθέντα, καὶ πλησιάσαντα αὐτῇ, στερηθῆναι τῆς ὁράσεως κατὰ τὴν γεγενημένην ὑπὸ τῆς Νύμφης πρόρρησιν. καὶ περὶ μὲν Δάφνιδος ἱκανῶς ἡμῖν πάλιν
85.1 εἰρήσθω, περὶ δὲ Ὠρίωνος τὰ μυθολογούμενα νῦν διέξιμεν. λέγεται γὰρ τοῦτον σώματος μεγέθει καὶ ῥώμῃ πολὺ τῶν μνημονευομένων ἡρώων ὑπεράγοντα φιλοκύνηγον γενέσθαι καὶ κατασκευάσαι μεγάλα ἔργα διὰ τὴν ἰσχὺν καὶ φιλοδοξίαν. κατὰ μὲν γὰρ τὴν Σικελίαν κατασκευάσαι Ζάγκλῳ τῷ τότε βασιλεύοντι τῆς τότε μὲν ἀπʼ αὐτοῦ Ζάγκλης, νῦν δὲ Μεσσήνης ὀνομαζομένης, ἄλλα τε καὶ τὸν λιμένα προσχώσαντα τὴν ὀνομαζομένην Ἀκτὴν ποιῆσαι.
85.2 ἐπεὶ δὲ τῆς Μεσσήνης ἐμνήσθημεν, οὐκ ἀνοίκειον προσθεῖναι νομίζομεν τοὶς προκειμένοις τὰς περὶ τὸν πορθμὸν διηγήδεις.
85.3 φασὶ γὰρ οἱ παλαιοὶ μυθογράφοι τὴν Σικελίαν τὸ πρὸ τοῦ χερρόνησον οὖσαν ὕστερον γενέσθαι νῆσον διὰ τοιαύτας αἰτίας. τὸν ἰσθμὸν κατὰ τὸ στενώτατον ὑπὸ δυοῖν πλευρῶν θαλάττῃ προσκλυζόμενον ἀναρραγῆναι, καὶ τὸν τόπον ἀπὸ τούτου Ῥήγιον ὀνομασθῆναι, καὶ τὴν ὕστερον πολλοῖς ἔτεσι κτισθεῖσαν πόλιν τυχεῖν τῆς ὁμωνύμου προσηγορίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme