Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

arg. τάδε ἔνεστιν ἐν τῇ πέμπτῃ τῶν Διοδώρου βίβλων.
arg. περὶ τῶν μυθολογουμένων κατὰ τὴν Σικελίαν καὶ τοῦ σχήματος καὶ μεγέθους τῆς νήσου.
arg. περὶ Δήμητρος καὶ Κόρης καὶ τῆς εὑρέσεως τοῦ πυρίνου καρποῦ. περὶ Λιπάρας καὶ τῶν ἄλλων τῶν Αἰολίδων καλουμένων νήσων.
arg. περὶ Μελίτης καὶ Γαύλου καὶ Κερκίνης.
arg. περὶ τῆς Αἰθαλίας καὶ Κύρνου καὶ Σαρδόνος.
arg. περὶ Πιτυούσσης καὶ τῶν νήσων τῶν Γυμνησίων, ἅς τινες Βαλιαρίδας ὀνομάζουσι.
arg. περὶ τῶν ἐν ὠκεανῷ νήσων τῶν πρὸς ἑσπέραν κειμένων.
arg. περὶ τῆς Βρεττανικῆς νήσου καὶ τῆς ὀνομαζομένης Βασιλείας καθʼ ἣν τὸ ἤλεκτρον γίνεται.
arg. περὶ Γαλατίας καὶ Κελτιβηρίας, ἔτι δʼ Ἰβηρίας καὶ Λιγυστικῆς καὶ Τυρρηνίας, καὶ τῶν ἐν ταύταις κατοικούντων, τίσι χρῶνται νομίμοις.
arg. περὶ τῶν κατὰ τὴν μεσημβρίαν ἐν ὠκεανῷ νήσων, τῆς τε Ἱερᾶς ὀνομαζομένης καὶ τῆς Παγχαίας, καὶ τῶν ἐν αὐταῖς ἱστορουμένων. περὶ Σαμοθρᾴκης καὶ τῶν ἐν αὐτῇ μυστηρίων.
arg. περὶ Νάξου καὶ Σύμης καὶ Καλύδνης.
arg. περὶ Ῥόδου καὶ τῶν κατʼ αὐτὴν μυθολογουμένων.
arg. περὶ Χερρονήσου τῆς ἀντιπέραν τῆς Ῥοδίας κειμένης.
arg. περὶ Κρήτης καὶ τῶν ἐν αὐτῇ μυθολογουμένων μέχρι τῶν νεωτέρων καιρῶν.
arg. περὶ Λέσβου καὶ τῶν εἰς Χίον καὶ Σάμον καὶ Κῶν καὶ
arg. Ῥόδον ἀποικιῶν ὑπὸ Μακαρέως.
arg. περὶ Τενέδου καὶ τοῦ κατʼ αὐτὴν οἰκισμοῦ καὶ τῶν ὑπὸ
arg. Τενεδίων περὶ Τέννου μυθευομένων.
arg. περὶ τῶν Κυκλάδων νήσων τῶν ἐλαττόνων καὶ τυχουσῶν οἰκισμοῦ ὑπὸ Μίνωος.
1.1 πάντων μὲν τῶν ἐν ταῖς ἀναγραφαῖς χρησίμων προνοητέον τοὺς ἱστορίαν συνταττομένους, μάλιστα δὲ τῆς κατὰ μέρος οἰκονομίας. αὕτη γὰρ οὐ μόνον ἐν τοῖς ἰδιωτικοῖς βίοις πολλὰ συμβάλλεται πρὸς διαμονὴν καὶ αὔξησιν τῆς οὐσίας, ἀλλὰ καὶ κατὰ τὰς ἱστορίας οὐκ ὀλίγα ποιεῖ προτερήματα τοῖς συγγραφεῦσιν.
1.2 ἔνιοι δὲ καὶ κατὰ τὴν λέξιν καὶ κατὰ τὴν πολυπειρίαν τῶν ἀναγραφομένων πράξεων ἐπαινούμενοι δικαίως, ἐν τῷ κατὰ τὴν οἰκονομίαν χειρισμῷ διήμαρτον, ὥστε τοὺς μὲν πόνους καὶ τὴν ἐπιμέλειαν αὐτῶν ἀποδοχῆς τυγχάνειν παρὰ τοῖς ἀναγινώσκουσι, τὴν δὲ τάξιν τῶν ἀναγεγραμμένων δικαίας τυγχάνειν ἐπιτιμήσεως.
1 / 81 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme