Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

53.3 ἡ δὲ Σύμη διέμεινεν ἔρημος, ἕως ὁ στόλος ὁ Λακεδαιμονίων καὶ Ἀργείων παρέβαλεν εἰς τούτους τοὺς τόπους· ἔπειτα κατῳκίσθη πάλιν τόνδε τὸν τρόπον.
53.4 τῶν μετὰ Ἱππότου τις μετασχὼν τῆς ἀποικίας, ὄνομα Ναῦσος, ἀναλαβὼν τοὺς καθυστερήσαντας τῆς κληροδοσίας, ἔρημον οὖσαν τὴν Σύμην κατῴκησε καὶ τισιν ἑτέροις ὕστερον καταπλεύσασιν, ὧν ἦν Ξοῦθος ἡγεμών, μεταδοὺς τῆς πολιτείας καὶ χώρας κοινῇ τὴν νῆσον κατῴκησε. φασὶ δὲ τῆς ἀποικίας ταύτης μετασχεῖν τούς τε Κνιδίους καὶ Ῥοδίους.
54.1 Κάλυδναν δὲ καὶ Νίσυρον τὸ μὲν ἀρχαῖον Κᾶρες κατῴκησαν, μετὰ δὲ ταῦτα Θετταλὸς ὁ Ἡρακλέους ἀμφοτέρας τὰς νήσους κατεκτήσατο. διόπερ Ἄντιφός τε καὶ Φείδιππος οἱ Κῴων βασιλεῖς στρατεύοντες εἰς Ἴλιον ἦρχον τῶν πλεόντων ἐκ τῶν προειρημένων νήσων.
54.2 κατὰ δὲ τὸν ἐκ Τροίας ἀπόπλουν τέτταρες τῶν Ἀγαμέμνονος νεῶν ἐξέπεσον περὶ Κάλυδναν, καὶ τοῖς ἐγχωρίοις καταμιγέντες κατῴκησαν.
54.3 οἱ δὲ τὴν Νίσυρον τὸ παλαιὸν οἰκήσαντες ὑπὸ σεισμῶν διεφθάρησαν· ὕστερον δὲ Κῷοι, καθάπερ τὴν Κάλυδναν, ταύτην κατῴκησαν· μετὰ δὲ ταῦτα φθορᾶς ἀνθρώπων ἐν τῇ νήσῳ γενομένης οἱ Ῥόδιοι ἐποίκους εἰς αὐτὴν ἀπέστειλαν.
54.4 τὴν δὲ Κάρπαθον πρῶτοι μὲν ᾤκησαν τῶν μετὰ Μίνω τινὲς συστρατευσαμένων, καθʼ ὃν χρόνον ἐθαλαττοκράτησε πρῶτος τῶν Ἑλλήνων· ὕστερον δὲ πολλαῖς γενεαῖς Ἴοκλος ὁ Δημολέοντος, Ἀργεῖος ὢν τὸ γένος, κατά τι λόγιον ἀποικίαν ἀπέστειλεν εἰς τὴν Κάρπαθον.
55.1 τὴν δὲ νῆσον τὴν ὀνομαζομένην Ῥόδον πρῶτοι κατῴκησαν οἱ προσαγορευόμενοι Τελχῖνες· οὗτοι δʼ ἦσαν υἱοὶ μὲν Θαλάττης, ὡς ὁ μῦθος παραδέδωκε, μυθολογοῦνται δὲ μετὰ Καφείρας τῆς Ὠκεανοῦ θυγατρὸς ἐκθρέψαι Ποσειδῶνα, Ῥέας αὐτοῖς παρακαταθεμένης τὸ βρέφος.
55.2 γενέσθαι δʼ αὐτοὺς καὶ τεχνῶν τινων εὑρετὰς καὶ ἄλλων τῶν χρησίμων εἰς τὸν βίον τῶν ἀνθρώπων εἰσηγητάς. ἀγάλματά τε θεῶν πρῶτοι κατασκευάσαι λέγονται, καί τινα τῶν ἀρχαίων ἀφιδρυμάτων ἀπʼ ἐκείνων ἐπωνομάσθαι· παρὰ μὲν γὰρ Λινδίοις Ἀπόλλωνα Τελχίνιον προσαγορευθῆναι, παρὰ δὲ Ἰαλυσίοις Ἥραν καὶ Νύμφας Τελχινίας, παρὰ δὲ Καμειρεῦσιν Ἥραν Τελχινίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme