Book 5
70.6
τῇ θρεψάσῃ δʼ αἰγὶ τιμάς τέ τινας ἄλλας ἀπονεῖμαι καὶ τὴν ἐπωνυμίαν ἀπʼ αὐτῆς λαβεῖν, αἰγίοχον ἐπονομασθέντα. ἀνδρωθέντα δʼ αὐτόν φασι πρῶτον πόλιν κτίσαι περὶ τὴν Δίκταν, ὅπου καὶ τὴν γένεσιν αὐτοῦ γενέσθαι μυθολογοῦσιν· ἧς ἐκλειφθείσης ἐν τοῖς ὕστερον χρόνοις διαμένειν ἔτι καὶ νῦν ἕρματα τῶν θεμελίων.
71.1
διενέγκαι δὲ τὸν θεὸν τοῦτον ἁπάντων ἀνδρείᾳ καὶ συνέσει καὶ δικαιοσύνῃ καὶ ταῖς ἄλλαις ἁπάσαις ἀρεταῖς· διὸ καὶ παραλαβόντα τὴν βασιλείαν παρὰ τοῦ Κρόνου πλεῖστα καὶ μέγιστα τὸν ἀνθρώπινον βίον εὐεργετῆσαι. πρῶτον μὲν γὰρ ἁπάντων καταδεῖξαι περὶ τῶν ἀδικημάτων τὸ δίκαιον ἀλλήλοις διδόναι τοὺς ἀνθρώπους καὶ τοῦ βίᾳ τι πράττειν ἀποστῆσαι, κρίσει δὲ καὶ δικαστηρίῳ τὰς ἀμφισβητήσεις διαλύειν. καθόλου δὲ τὰ περί τε τῆς εὐνομίας καὶ τῆς εἰρήνης προσαναπληρῶσαι, τοὺς μὲν ἀγαθοὺς πείθοντα, τοὺς δὲ φαύλους τῇ τιμωρίᾳ καὶ τῷ φόβῳ καταπληττόμενον.
71.2
ἐπελθεῖν δʼ αὐτὸν καὶ τὴν οἰκουμένην σχεδὸν πᾶσαν τοὺς μὲν λῃστὰς καὶ ἀσεβεῖς ἀναιροῦντα, τὴν δʼ ἰσότητα καὶ τὴν δημοκρατίαν εἰσηγούμενον· ὅτε δή φασιν αὐτὸν καὶ τοὺς γίγαντας ἀνελεῖν, ἐν μὲν Κρήτῃ τοὺς περὶ Μύλινον, κατὰ δὲ τὴν Φρυγίαν τοὺς περὶ Τυφῶνα.
71.3
πρὸ δὲ τῆς μάχης τῆς πρὸς τοὺς ἐν Κρήτῃ γίγαντας λέγεται τὸν Δία θῦσαι βοῦν Ἡλίῳ καὶ Οὐρανῷ καὶ Γῇ· ἐπὶ δὲ τῶν ἱερῶν ἁπάντων φανῆναι τὰ περὶ τούτων ἐπικριθέντα ἐπισημαίνεται κράτος καὶ ἀπόστασις ἀπὸ τῶν πολεμίων πρὸς αὐτούς. ἀκόλουθον δὲ τούτοις γενέσθαι τοῦ πολέμου τὸ τέλος· αὐτομολῆσαι μὲν γὰρ ἐκ τῶν πολεμίων Μουσαῖον, καὶ τυχεῖν ὡρισμένων τιμῶν, κατακοπῆναι δʼ ὑπὸ τῶν θεῶν ἅπαντας τοὺς ἀντιταξαμένους.
71.4
συστῆναι δὲ καὶ ἄλλους πολέμους αὐτῷ πρὸς γίγαντας, τῆς μὲν Μακεδονίας περὶ τὴν Παλλήνην, τῆς δʼ Ἰταλίας κατὰ τὸ πεδίον, ὃ τὸ μὲν παλαιὸν ἀπὸ τοῦ κατακεκαυμένου τόπου Φλεγραῖον ὠνομάζετο, κατὰ δὲ τοὺς ὕστερον χρόνους Κυμαῖον προσηγόρευον.