Thesauros Literature History Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Book 4

1.1 οὐ πολλαῖς δὲ ἡμέραις ὕστερον ἀφικνοῦνται παρʼ Ἀλέξανδρον πρέσβεις παρά τε Σκυθῶν τῶν Ἀβίων Iliad XIII 6 καλουμένων, ʽοὓς καὶ Ὅμηρος δικαιοτάτους ἀνθρώπους εἰπὼν ἐν τῇ ποιήσει ἐπῄνεσεν· οἰκοῦσι δὲ ἐν τῇ Ἀσίᾳ οὗτοι αὐτόνομοι, οὐχ ἥκιστα διὰ πενίαν τε καὶ δικαιότητἀ καὶ παρὰ τῶν ἐκ τῆς Εὐρώπης Σκυθῶν, οἳ δὴ τὸ μέγιστον ἔθνος [Σκυθικὸν]ἐν τῇ Εὐρώπῃ ἐποικοῦσιν.
1.2 καὶ τούτοις ξυμπέμπει Ἀλέξανδρος τῶν ἑταίρων, πρόφασιν μὲν κατὰ πρεσβείαν φιλίαν ξυνθησομένους, ὁ δὲ νοῦς τῆς πομπῆς ἐς κατασκοπήν τι μᾶλλον ἔφερε φύσεώς τε τῆς χώρας τῆς Σκυθικῆς καὶ πλήθους αὐτῶν καὶ νομαίων καὶ ὁπλίσεως, ἥντινα ἔχοντες στέλλονται ἐς τὰς μάχας.
1.3 αὐτὸς δὲ πρὸς τῷ Τανάϊδι ποταμῷ ἐπενόει πόλιν οἰκίσαι, καὶ ταύτην ἑαυτοῦ ἐπώνυμον. ὅ τε γὰρ χῶρος ἐπιτήδειος αὐτῷ ἐφαίνετο αὐξῆσαι ἐπὶ μέγα τὴν πόλιν καὶ ἐν καλῷ οἰκισθήσεσθαι τῆς ἐπὶ Σκύθας, εἴποτε ξυμβαίνοι, ἐλάσεως καὶ τῆς προφυλακῆς τῆς χώρας πρὸς τὰς καταδρομὰς τῶν πέραν τοῦ ποταμοῦ ἐποικούντων βαρβάρων.
1.4 ἐδόκει δʼ ἂν καὶ μεγάλη γενέσθαι ἡ πόλις πλήθει τε τῶν ἐς αὐτὴν ξυνοικιζομένων καὶ τοῦ ὀνόματος τῇ λαμπρότητι. καὶ ἐν τούτῳ οἱ πρόσχωροι τῷ ποταμῷ βάρβαροι τούς τε τὰ φρούρια ἐν ταῖς πόλεσι σφῶν ἔχοντας στρατιώτας τῶν Μακεδόνων ξυλλαβόντες ἀπέκτειναν καὶ τᾶς πόλεις ἐς ἀσφάλειάν τινα μᾶλλον ὠχύρουν.
1.5 ξυνεπελάβοντο δὲ αὐτοῖς τῆς ἀποστάσεως καὶ τῶν Σογδιανῶν οἱ πολλοί, ἐπαρθέντες πρὸς τῶν ξυλλαβόντων Βῆσσον, ὥστε καὶ τῶν Βακτριανῶν ἔστιν οὕς σφισιν οὗτοι ξυναπέστησαν, εἴτε δὴ καὶ δείσαντες Ἀλέξανδρον, εἴτε καὶ λόγον ἐπὶ τῇ ἀποστάσει διδόντες, ὅτι ἐς ἕνα ξύλλογον ἐπηγγέλκει Ἀλέξανδρος ξυνελθεῖν τοὺς ὑπάρχους τῆς χώρας ἐκείνης εἰς Ζαρίασπα, τὴν μεγίστην πόλιν, ὡς ἐπʼ ἀγαθῷ οὐδενὶ τοῦ ξυλλόγου γιγνομένου.
2.1 ταῦτα ὡς ἀπηγγέλθη Ἀλεξάνδρῳ, παραγγείλας τοῖς πεζοῖς κατὰ λόχους κλίμακας ποιεῖσθαι ὅσαι ἑκάστῳ λόχῳ ἐπηγγέλθησαν, αὐτὸς μὲν ἐπὶ τὴν πρώτην ἀπὸ τοῦ στρατοπέδου ὁρμηθέντι πόλιν προὐχώρει, ᾖ ὄνομα ἦν Γάζα· ἐς γὰρ ἑπτὰ πόλεις ξυμπεφευγέναι ἐλέγοντο οἱ ἐκ τῆς χώρας βάρβαροι·
1 / 42 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme