Thesauros Literature History Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Book 4

17.7 οἵ τε Μασσαγέται οἱ Σκύθαι κακῶς πεπραγότες τὰ μὲν σκευοφόρα τῶν ξυμπαραταξαμένων σφίσι Βακτρίων τε καὶ Σογδιανῶν διήρπασαν, αὐτοὶ δὲ ξὺν Σπιταμένει ἐς τὴν ἔρημον ἔφευγον. ὡς δὲ ἐξηγγέλλετο αὐτοῖς Ἀλέξανδρος ἐν ὁρμῇ ὢν ἐπὶ τὴν ἔρημον ἐλαύνειν ἀποτεμόντες τοῦ Σπιταμένους τὴν κεφαλὴν παρὰ Ἀλέξανδρον πέμπουσιν, ὡς ἀποτρέψοντες ἀπὸ σφῶν αὐτῶν τούτῳ τῷ ἔργῳ.
18.1 καὶ ἐν τούτῳ Κοῖνός τε ἐς Ναύτακα παρʼ Ἀλέξανδρον ἐπανέρχεται καὶ οἱ ἀμφὶ Κρατερόν τε καὶ Φραταφέρνην τὸν τῶν Παρθυαίων σατράπην καὶ Στασάνωρ ὁ Ἀρείων, πεπραγμένων σφίσι πάντων ὅσα ἐξ Ἀλεξάνδρου ἐτέτακτο.
18.2 Ἀλέξανδρος δὲ περὶ Ναύτακα ἀναπαύων τὴν στρατιὰν ὅ τι περ ἀκμαῖον τοῦ χειμῶνος, Φραταφέρνην μὲν ἀποστέλλει ἐς Μάρδους καὶ Ταπούρους Αὐτοφραδάτην ἐπανάξοντα τὸν σατράπην, ὅτι πολλάκις ἤδη μετάπεμπτος ἐξ Ἀλεξάνδρου γιγνόμενος οὐχ ὑπήκουε καλοῦντι.
18.3 Στασάνορα δὲ ἐς Δράγγας σατράπην ἐκπέμπει, ἐς Μήδους δὲ Ἀτροπάτην ἐπὶ σατραπείᾳ καὶ τοῦτον τῇ Μήδων, ὅτι Ὀξυδάτης ἐθελοκακεῖν αὐτῷ ἐφαίνετο. Σταμένην δὲ ἐπὶ Βαβυλῶνος στέλλει, ὅτι Μαζαῖος ὁ Βαβυλώνιος ὕπαρχος τετελευτηκέναι αὐτῷ ἐξηγγέλλετο. Σώπολιν δὲ καὶ Ἐπόκιλλον καὶ Μεν[ν]ίδαν ἐς Μακεδονίαν ἐκπέμπει, τὴν στρατιὰν τὴν ἐκ Μακεδονίας αὐτῷ ἀνάξοντας.
18.4 ἅμα δὲ τῷ ἦρι ὑποφαίνοντι προὐχώρει ὡς ἐπὶ τὴν ἐν τῇ Σογδιανῇ πέτραν, ἐς ἣν πολλοὺς μὲν τῶν Σογδιανῶν ξυμπεφευγέναι αὐτῷ ἐξηγγέλλετο· καὶ ἡ Ὀξυάρτου δὲ γυνὴ τοῦ Βακτρίου καὶ αἱ παῖδες αἱ Ὀξυάρτου ἐς τὴν πέτραν ταύτην ξυμπεφευγέναι ἐλέγοντο, Ὀξυάρτου αὐτὰς ὡς ἐς ἀνάλωτον δῆθεν τὸ χωρίον ἐκεῖνο ὑπεκθεμένου, ὅτι καὶ αὐτὸς ἀφειστήκει ἀπʼ Ἀλεξάνδρου. ταύτης γὰρ ἐξαιρεθείσης οὐκέτι οὐδὲν ὑπολειφθήσεσθαι ἐδόκει τῶν Σογδιανῶν τοῖς νεωτερίζειν ἐθέλουσιν.
18.5 ὡς δὲ ἐπέλασαν τῇ πέτρᾶ, καταλαμβάνει πάντῃ ἀπότομον ἐς τὴν προσβολὴν σιτία τε ξυγκεκομισμένους τοὺς βαρβάρους ὡς ἐς χρόνιον πολιορκίαν. καὶ χιὼν πολλὴ ἐπιπεσοῦσα τήν τε πρόσβασιν ἀπορωτέραν ἐποίει τοῖς Μακεδόσι καὶ ἅμα ἐν ἀφθονίᾳ ὕδατος τοὺς βαρβάρους διῆγεν. ἀλλὰ καὶ ὣς προσβάλλειν ἐδόκει τῷ χωρίῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme