Thesauros Literature History Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Book 4

28.8 αὐτὸς δὲ τοὺς τοξότας τε ἀναλαβὼν καὶ τοὺς Ἀγριᾶνας καὶ τὴν Κοίνου τάξιν καὶ ἀπὸ τῆς ἄλλης φάλαγγος ἐπιλέξας τοὺς κουφοτάτους τε καὶ ἅμα εὐοπλοτάτους καὶ τῶν ἑταίρων ἱππέων ἐς διακοσίους καὶ ἱπποτοξότας ἐς ἑκατὸν προσῆγε τῇ πέτρᾳ. καὶ ταύτῃ μὲν τῇ ἡμέρᾳ κατεστρατοπεδεύσατο, ἵνα ἐπιτήδειον αὐτῷ ἐφαίνετο, τῇ δὲ ὑστεραίᾳ ὀλίγον προελθὼν ὡς πρὸς τὴν πέτραν αὖθις ἐστρατοπεδεύσατο. καὶ ἐν τούτῳ ἧκον παρʼ αὐτὸν τῶν προσχώρων
29.1 τινές, σφᾶς τε αὐτοὺς ἐνδιδόντες καὶ ἡγήσεσθαι φάσκοντες ἐς τῆς πέτρας τὸ ἐπιμαχώτατον, ὅθεν οὐ χαλεπὸν αὐτῷ ἔσεσθαι ἑλεῖν τὸ χωρίον. καὶ ξὺν τούτοις πέμπει Πτολεμαῖον τὸν Λάγου τὸν σωματοφύλακα τούς τε Ἀγριᾶνας ἄγοντα καὶ τοὺς ψιλοὺς τοὺς ἄλλους καὶ τῶν ὑπασπιστῶν ἐπιλέκτους, προστάξας, ἐπειδὰν καταλάβῃ τὸ χωρίον, κατέχειν μὲν αὐτὸ ἰσχυρᾷ φυλακῇ, οἷ δὲ σημαίνειν ὅτι ἔχεται.
29.2 καὶ Πτολεμαῖος ἐλθὼν ὁδὸν τραχεῖάν τε καὶ δύσπορον λανθάνει τοὺς βαρβάρους κατασχὼν τὸν τόπον· καὶ τοῦτον χάρακι ἐν κύκλῳ καὶ τάφρῳ ὀχυρώσας πυρσὸν αἴρει ἀπὸ τοῦ ὄρους ἔνθεν ὀφθήσεσθαι ὑπὸ Ἀλεξάνδρου ἔμελλεν. καὶ ὤφθη τε ἅμα ἡ φλὸξ καὶ Ἀλέξανδρος ἐπῆγε τῇ ὑστεραίᾳ τὴν στρατιάν· ἀμυνομένων δὲ τῶν βαρβάρων οὐδὲν πλέον αὐτῷ ὑπὸ δυσχωρίας ἐγίγνετο.
29.3 ὡς δὲ Ἀλεξάνδρῳ ἄπορον τὴν προσβολὴν κατέμαθον οἱ βάρβαροι, ἀναστρέψαντες τοῖς ἀμφὶ Πτολεμαῖον αὐτοὶ προσέβαλλον· καὶ γίγνεται αὐτῶν τε καὶ τῶν Μακεδόνων μάχη καρτερά, τῶν μὲν διασπάσαι τὸν χάρακα σπουδὴν ποιουμένων, τῶν Ἰνδῶν, Πτολεμαίου δὲ διαφυλάξαι τὸ χωρίον· καὶ μεῖον σχόντες οἱ βάρβαροι ἐν τῷ ἀκροβολισμῷ νυκτὸς ἐπιγενομένης ἀπεχώρησαν.
29.4 Ἀλέξανδρος δὲ τῶν Ἰνδῶν τινα τῶν αὐτομόλων πιστόν τε ἄλλως καὶ τῶν χωρίων δαήμονα ἐπιλεξάμενος πέμπει παρὰ Πτολεμαῖον τῆς νυκτὸς, γράμματα φέροντα τὸν Ἰνδόν, ἵνα ἐνεγέγραπτο, ἐπειδὰν αὐτὸς προσβάλλῃ τῇ πέτρᾳ, τὸν δὲ ἐπιέναι τοῖς βαρβάροις κατὰ τὸ ὄρος μηδὲ ἀγαπᾶν ἐν φυλακῇ ἔχοντα τὸ χωρίον, ὡς ἀμφοτέρωθεν βαλλομένους τοὺς Ἰνδοὺς ἀμφιβόλους γίγνεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme