Thesauros Literature History Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Book 4

5.9 οἱ δὲ τοῖς ἔτι ἐσβαίνουσιν ἐπέκειντο, ὥστε ἀπορίᾳ πάντοθεν ξυνεχόμενοι οἱ Μακεδόνες ἐς νῆσόν τινα τῶν ἐν τῷ ποταμῷ ξυμφεύγουσιν οὐ μεγάλην. καὶ περιστάντες αὐτοὺς οἱ Σκύθαι τε καὶ οἱ ξὺν Σπιταμένει ἱππεῖς ἐν κύκλῳ πάντας κατετόξευσαν· ὀλίγους δὲ ἠνδραποδίσαντο αὐτῶν, καὶ τούτους πάντας ἀπέκτειναν.
6.1 Αριστόβουλος δὲ ἐνέδρᾳ τὸ πολὺ τῆς στρατιᾶς διαφθαρῆναι λέγει, τῶν Σκυθῶν ἐν παραδείσῳ κρυφθέντων, Aristob. fr. 21 οἳ ἐκ τοῦ ἀφανοῦς ἐπεγένοντο τοῖς Μακεδόσιν ἐν αὐτῷ τῷ ἔργῳ· ἵνα τὸν μὲν Φαρνούχην παραχωρεῖν τῆς ἡγεμονίας τοῖς ξυμπεμφθεῖσι Μακεδόσιν, ὡς οὐκ ἐμπείρως ἔχοντα ἔργων πολεμικῶν, ἀλλʼ ἐπὶ τῷ καθομιλῆσαι τοὺς βαρβάρους μᾶλλόν τι πρὸς Ἀλεξάνδρου ἢ ἐπὶ τῷ ἐν ταῖς μάχαις ἐξηγεῖσθαι ἐσταλμένον, τοὺς δὲ Μακεδόνας τε εἶναι καὶ ἑταίρους βασιλέως.
6.2 Ἀνδρόμαχον δὲ καὶ Κάρανον καὶ Μενέδημον οὐ δέξασθαι τὴν ἡγεμονίαν, τὸ μέν τι ὡς μὴ δοκεῖν παρὰ τὰ ἐπηγγελμένα ὑπὸ Ἀλεξάνδρου αὐτούς τι κατὰ σφᾶς νεωτερίζειν, τὸ δὲ καὶ ἐν αὐτῷ τῷ δεινῷ οὐκ ἐθελήσαντας, εἰ δή τι πταίσειαν, μὴ ὅσον κατʼ ἄνδρα μόνον μετέχειν αὐτοῦ, ἀλλὰ καὶ ὡς τὸ πᾶν αὐτοὺς κακῶς ἐξηγησαμένους. ἐν τούτῳ δὴ τῷ θορύβῳ τε καὶ τῇ ἀταξίᾳ ἐπιθεμένους αὐτοῖς τοὺς βαρβάρους κατακόψαι πάντας, ὥστε ἱππέας μὲν μὴ πλείονας τῶν τεσσαράκοντα ἀποσωθῆναι, πεζοὺς δὲ ἐς τριακοσίους.
6.3 ταῦτα δὲ ὡς ἠγγέλθη Ἀλεξάνδρῳ, ἤλγησέ τε τῷ πάθει τῶν στρατιωτῶν καὶ ἔγνω σπουδῇ ἐλαύνειν ὡς ἐπὶ Σπιταμένην τε καὶ τοὺς ἀμφʼ αὐτὸν βαρβάρους. ἀναλαβὼν οὖν τῶν τε ἑταίρων ἱππέων τοὺς ἡμισέας καὶ τοὺς ὑπασπιστὰς ξύμπαντας καὶ τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας καὶ τῆς φάλαγγος τοὺς κουφοτάτους ᾔει ὡς ἐπὶ Μαράκανδα, ἵνα ἐπανήκειν Σπιταμένην ἐπυνθάνετο καὶ αὖθις πολιορκεῖν τοὺς ἐν τῇ ἄκρᾳ.
6.4 καὶ αὐτὸς μὲν ἐν τρισὶν ἡμέραις διελθὼν χιλίους καὶ πεντακοσίους σταδίους τῇ τετάρτῃ ὑπὸ τὴν ἕω προσῆγε τῇ πόλει. Σπιταμένης δὲ καὶ οἱ ἀμφʼ αὐτόν, ὡς ἐξηγγέλθη προσάγων Ἀλέξανδρος, οὐκ ἔμειναν, ἀλλʼ ἐκλιπόντες τὴν πόλιν φεύγουσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme