Thesauros Literature History Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Book 5

20.2 κρατερὸν μὲν δὴ ξὺν μέρει τῆς στρατιᾶς ὑπελείπετο τὰς πόλεις ἅστινας ταύτῃ ἔκτιζεν ἀναστήσοντά τε καὶ ἐκτειχιοῦντα· αὐτὸς δὲ ἤλαυνεν ὡς ἐπὶ τοὺς προσχώρους τῇ Πώρου ἀρχῇ Ἰνδούς. ὄνομα δὲ ἦν τῷ ἔθνει Γλαυγανῖκαι, Aristob. fr. 28 ὡς λέγει Ἀριστόβουλος, ὡς δὲ Πτολεμαῖος, Γλαῦσαι. Ptolem. fr. 17 ὁποτέρως δὲ ἔχει τὸ ὄνομα οὔ μοι μέλει.
20.3 ἐπῄει δὲ τὴν χώραν αὐτῶν Ἀλέξανδρος τῶν τε ἑταίρων ἱππέων ἔχων τοὺς ἡμίσεας καὶ τῶν πεζῶν ἀπὸ φάλαγγος ἑκάστης ἐπιλέκτους καὶ τοὺς ἱπποτοξότας σύμπαντας καὶ τοὺς Ἀγριᾶνας καὶ τοὺς τοξότας· καὶ προσεχώρουν αὐτῷ ὁμολογίᾳ πάντες.
20.4 καὶ ἔλαβε πόλεις μὲν ἐς τριάκοντα καὶ ἑπτά, ὧν ἵνα ὀλίγιστοι ἦσαν οἰκήτορες πεντακισχιλίων οὐκ ἐλάττους ἦσαν, πολλῶν δὲ καὶ ὑπὲρ τοὺς μυρίους· καὶ κώμας πλήθει τε πολλὰς ἔλαβε καὶ πολυανθρώπους οὐ μεῖον τῶν πόλεων. καὶ ταύτης τῆς χώρας Πώρῳ ἄρχειν ἔδωκεν. καὶ Ταξίλῃ δὲ διαλλάττει Πῶρον καὶ Ταξίλην ἀποπέμπει ὀπίσω ἐς τὰ ἤθη τὰ αὑτοῦ.
20.5 ἐν τούτῳ δὲ παρά τε Ἀβισάρου πρέσβεις ἧκον, ἐνδιδόντες αὐτόν τε Ἀλεξάνδρῳ Ἀβισάρην καὶ τὴν χώραν ὅσης ἦρχε. καίτοι πρό γε τῆς μάχης τῆς πρὸς Πῶρον γενομένης Ἀλεξάνδρῳ ἐπενόει Ἀβισάρης καὶ αὐτὸς ξὺν Πώρῳ τάττεσθαι· τότε δὲ καὶ τὸν ἀδελφὸν τὸν αὑτοῦ ξὺν τοῖς ἄλλοις πρέσβεσι παρʼ Ἀλέξανδρον ἔπεμψε, χρήματά τε κομίζοντα καὶ ἐλέφαντας τεσσαράκοντα δῶρον Ἀλεξάνδρῳ.
20.6 ἧκον δὲ καὶ παρὰ τῶν αὐτονόμων Ἰνδῶν πρέσβεις παρʼ Ἀλέξανδρον καὶ παρὰ Πώρου ἄλλου του ὑπάρχου Ἰνδῶν. Ἀλέξανδρος δὲ Ἀβισάρην διὰ τάχους ἰέναι παρʼ αὑτὸν κελεύει ἐπαπειλήσας, εἰ μὴ ἔλθοι, ὅτι αὑτὸν ὄψεται ἥκοντα ξὺν τῇ στρατιᾷ ἵνα οὐ χαιρήσει ἰδών.
20.7 ἐν τούτῳ δὲ Φραταφέρνης τε ὁ Παρθυαίων καὶ Ὑρκανίας σατράπης τοὺς καταλειφθέντας παρὰ οἷ Θρᾷκας ἄγων ἧκεν ὡς Ἀλέξανδρον καὶ παρὰ Σισικόττου τοῦ Ἀσσακηνῶν σατράπου ἄγγελοι, ὅτι τόν τε ὕπαρχον σφῶν ἀπεκτονότες εἶεν οἱ Ἀσσακηνοὶ καὶ ἀπʼ Ἀλεξάνδρου ἀφεστηκότες. καὶ ἐπὶ τούτους Φίλιππον ἐκπέμπει καὶ Τυρίεσπιν σὺν στρατιᾷ τὰ περὶ τὴν Ἀσσακηνῶν χώραν καταστησομένους καὶ κοσμήσοντας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme