Book 6
26.4
ξυνηνέχθη δέ τι καὶ τοιόνδε τῇ στρατιᾷ ἐν τῇ γῇ ἐκείνῃ. οἱ γὰρ ἡγεμόνες τῆς ὁδοῦ τελευτῶντες οὐκέτι μεμνῆσθαι ἔφασκον τὴν ὁδόν, ἀλλʼ ἀφανισθῆναι τὰ σημεῖα αὐτῆς πρὸς τοῦ ἀνέμου ἐπιπνεύσαντος· καὶ — οὐ γὰρ εἶναι ἐν τῇ ψάμμῳ πολλῇ τε καὶ ὁμοίᾳ πάντῃ νενημένῃ ὅτῳ τεκμηριώσονται τὴν ὁδόν, οὔτʼ οὖν δένδρα ξυνήθη παρʼ αὐτὴν πεφυκότα, οὔτε τινὰ γήλοφον βέβαιον ἀνεστηκότα· οὐδὲ πρὸς τὰ ἄστρα ἐν νυκτὶ ἢ μεθʼ ἡμέραν πρὸς τὸν ἥλιον μεμελετῆσθαί σφισι τὰς πορείας, καθάπερ τοῖς ναύταις πρὸς τῶν ἄρκτων τὴν μὲν Φοίνιξι, τὴν ὀλίγην, τὴν δὲ τοῖς ἄλλοις ἀνθρώποις, τὴν μείζονα· —
26.5
ἔνθα δὴ Ἀλέξανδρον ξυνέντα ὅτι ἐν ἀριστερᾷ δεῖ ἀποκλίναντα ἄγειν, ἀναλαβόντα ὀλίγους ἅμα οἷ ἱππέας προχωρῆσαι· ὡς δὲ καὶ τούτων οἱ ἵπποι ἐξέκαμνον ὑπὸ τοῦ καύματος, ἀπολιπεῖν καὶ τούτων τοὺς πολλούς, αὐτὸν δὲ ξὺν πέντε τοῖς πᾶσιν ἀφιππάσασθαι καὶ εὑρεῖν τὴν θάλασσαν, διαμησάμενόν τε αὐτὸν ἐπὶ τοῦ αἰγιαλοῦ τὸν κάχληκα ἐπιτυχεῖν ὕδατι γλυκεῖ καὶ καθαρῷ καὶ οὕτω μετελθεῖν τὴν στρατιὰν πᾶσαν· καὶ ἐς ἑπτὰ ἡμέρας ἰέναι παρὰ τὴν θάλασσαν ὑδρευομένους ἐκ τῆς ἠϊόνος. ἔνθεν δέ, ἤδη γὰρ γιγνώσκειν τὴν ὁδὸν τοὺς ἡγεμόνας, ἐπὶ τῆς μεσογαίας ποιεῖσθαι τὸν στόλον.
27.1
ὡς δὲ ἀφίκετο ἐς τῶν Γαδρωσίων τὰ βασίλεια, ἀναπαύει ἐνταῦθα τὴν στρατιάν. καὶ Ἀπολλοφάνην μὲν παύει τῆς σατραπείας, ὅτι οὐδενὸς ἔγνω ἐπιμεληθέντα τῶν προεπηγγελμένων, Θόαντα δὲ σατραπεύειν τῶν ταύτῃ ἔταξε· τούτου δὲ νόσῳ τελευτήσαντος Σιβύρτιος τὴν σατραπείαν ἐκδέχεται· ὁ αὐτὸς δὲ καὶ Καρμανίας σατράπης ἦν νεωστὶ ἐξ Ἀλεξάνδρου ταχθείς· τότε δὲ τούτῳ μὲν Ἀραχωτῶν τε καὶ τῶν Γαδρωσίων ἄρχειν ἐδόθη, Καρμανίαν δὲ ἔσχε Τληπόλεμος ὁ Πυθοφάνους.