Thesauros Literature History Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Book 7

14.9 καὶ ὅτι πένθος ποιεῖσθαι περιηγγέλη κατὰ πᾶσαν τὴν χώραν τὴν βάρβαρον· καὶ ὅτι πολλοὶ τῶν ἑταίρων τῶν Ἀλεξάνδρου ἐς θεραπείαν τὴν ἐκείνου σφᾶς τε αὐτοὺς καὶ τὰ ὅπλα Ἡφαιστίωνι ἀνέθεσαν ἀποθανόντι· πρῶτον δὲ Εὐμενῆ ἄρξαι τοῦ σοφίσματος, ὅντινα ὀλίγῳ πρόσθεν ἔφαμεν ὅτι διηνέχθη πρὸς Ἡφαιστίωνα· καὶ τοῦτο δὲ δρᾶσαι, τῷ Ἀλεξάνδρῳ ὡς μὴ ἐφήδεσθαι δοκοίη τελευτήσαντι Ἡφαιστίωνι.
14.10 οὔκουν οὐδὲ ἄλλον τινὰ ἔταξεν ἀντὶ Ἡφαιστίωνος χιλίαρχον ἐπὶ τῇ ἵππῳ τῇ ἑταιρικῇ Ἀλέξανδρος, ὡς μὴ ἀπόλοιτο τὸ ὄνομα τοῦ Ἡφαιστίωνος ἐκ τῆς τάξεως, ἀλλὰ Ἡφαιστίωνός τε ἡ χιλιαρχία ἐκαλεῖτο καὶ τὸ σημεῖον αὐτῆς ἡγεῖτο τὸ ἐξ Ἡφαιστίωνος πεποιημένον. ἀγῶνά τε ἐπενόει ποιῆσαι γυμνικόν τε καὶ μουσικὸν πλήθει τε τῶν ἀγωνιζομένων καὶ τῇ εἰς αὐτὸν χορηγίᾳ πολύ τι τῶν ἄλλων τῶν πρόσθεν ἀριδηλότερον· τρισχιλίους γὰρ ἀγωνιστὰς τοὺς σύμπαντας παρεσκεύασε. καὶ οὗτοι ὀλίγον ὕστερον ἐπʼ Ἀλεξάνδρου τῷ τάφῳ λέγουσιν ὅτι ἠγωνίσαντο.
15.1 χρόνος τε ἦν συχνὸς τῷ πένθει καὶ αὐτός τε αὑτὸν ἤδη μετεκάλει ἀπʼ αὐτοῦ καὶ οἱ ἑταῖροι μᾶλλόν τι ἐν τῷ τοιῷδε ἤνυτον. ἔνθα δὴ ἐξέλασιν ποιεῖται ἐπὶ Κοσσαίους, ἔθνος πολεμικὸν ὅμορον τῷ Οὐξίων.
15.2 εἰσὶ δὲ ὄρειοι οἱ Κοσσαῖοι καὶ χωρία ὀχυρὰ κατὰ κώμας νέμονται, ὁπότε προσάγοι δύναμις ἐς τὰ ἄκρα τῶν ὀρῶν ἀποχωροῦντες ἀθρόοι ἢ ὅπως ἂν προχωρῇ ἑκάστοις οὕτω διαφεύγουσιν, ἐς ἀπορίαν βάλλοντες τοὺς ξὺν δυνάμει σφίσιν ἐπιχειροῦντας· ἀπελθόντων δὲ αὖθις εἰς τὸ λῃστεύειν τρεπόμενοι ἀπὸ τούτου τὸν βίον ποιοῦνται.
15.3 Ἀλέξανδρος δὲ ἐξεῖλεν αὐτῶν τὸ ἔθνος καίπερ χειμῶνος στρατεύσας. ἀλλʼ οὔτε ὁ χειμὼν ἐμποδὼν ἐγένετο αὐτῷ οὔτε αἱ δυσχωρίαι, οὔτε αὐτῷ οὔτε Πτολεμαίῳ τῷ Λάγου, ὃς μέρος τῆς στρατιᾶς ἐπʼ αὐτοὺς ἦγεν. οὕτως οὐδὲν ἄπορον Ἀλεξάνδρῳ τῶν πολεμικῶν ἦν ἐς ὅ τι ὁρμήσειε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme