Book 7
20.10
οὐ γὰρ ἐπὶ τῷ πλεῦσαι τὴν μεγάλην θάλασσαν ἐστάλθαι, ἀλλʼ ἐπὶ τῷ καταμαθεῖν τὴν χώραν τὴν προσεχῆ τῇ θαλάσσῃ καὶ τοὺς κατοικοῦντας αὐτὴν ἀνθρώπους, ὅρμους τε ἐν αὐτῇ καὶ ὕδατα καὶ τὰ νόμαια τῶν ἀνδρῶν καὶ εἴ τις ἀγαθὴ καρποὺς ἐκφέρειν ἢ εἴ τις κακή· καὶ οὖν καὶ τοῦτο αἴτιον γενέσθαι ἀποσωθῆναι Ἀλεξάνδρῳ τὸν στρατόν· οὐ γὰρ ἂν σωθῆναι πλεύσαντας ὑπὲρ τῆς Ἀραβίας τὰ ἔρημα, ἐφʼ ὅτῳ καὶ ὁ Ἱέρων ἐπιστρέψαι ὀπίσω λέγεται. ἐν ᾧ δὲ αὐτῷ ἐναυπηγοῦντο μὲν αἱ τριήρεις, ὁ
21.1
λιμὴν δὲ πρὸς Βαβυλῶνι ὠρύσσετο, ἐκπλεῖ ἐκ Βαβυλῶνος κατὰ τὸν Εὐφράτην ὡς ἐπὶ τὸν Πολλακόπαν καλούμενον ποταμόν. ἀπέχει δὲ οὗτος τῆς Βαβυλῶνος σταδίους ὅσον ὀκτακοσίους, καὶ ἔστι διῶρυξ αὕτη [ὁ Πολλακόπας] ἐκ τοῦ Εὐφράτου, οὐχὶ δὲ ἐκ πηγῶν τις ἀνίσχων ποταμός.
21.2
ὁ γὰρ Εὐφράτης ποταμὸς ῥέων ἐκ τῶν Ἀρμενίων ὀρῶν χειμῶνος μὲν ὥρᾳ προχωρεῖ κατὰ τὰς ὄχθας, οἷα δὴ οὐ πολλοῦ ὄντος αὐτῷ τοῦ ὕδατος· ἦρος δὲ ὑποφαίνοντος καὶ πολὺ δὴ μάλιστα ὑπὸ τροπάς, ἅστινας τοῦ θέρους ὁ ἥλιος ἐπιστρέφει, μέγας τε ἐπέρχεται καὶ ὑπερβάλλει ὑπὲρ τὰς ὄχθας ἐς τὴν γῆν τὴν Ἀσσυρίαν·
21.3
τηνικαῦτα γὰρ αἱ χιόνες αἱ ἐπὶ τοῖς ὄρεσι τοῖς Ἀρμενίοις κατατηκόμεναι αὔξουσιν αὐτῷ τὸ ὕδωρ ἐπὶ μέγα. ὅτι δὲ ἐπιπολῆς ἐστιν αὐτῷ καὶ ὑψηλὸς ὁ ῥοῦς, ὑπερβάλλει ἐς τὴν χώραν, εἰ μή τις ἀναστομώσας αὐτὸν κατὰ τὸν Πολλακόπαν ἐς τὰ ἕλη τε ἐκτρέψειε καὶ τὰς λίμνας, αἳ δὴ ἀρχόμεναι ἀπὸ ταύτης τῆς διώρυχος διήκουσιν ἔστε ἐπὶ τὴν ξυνεχῆ τῇ Ἀράβων γῇ, καὶ ἔνθεν μὲν ἐς τέναγος ἐπὶ πολύ, ἐκ δὲ τοῦ ἐς θάλασσαν κατὰ πολλά τε καὶ ἀφανῆ στόματα ἐκδίδωσι.
21.4
τετηκυίας δὲ τῆς χιόνος ἀμφὶ Πλειάδων μάλιστα δύσιν ὀλίγος τε ὁ Εὐφράτης ῥέει καὶ οὐδὲν μεῖον τὸ πολὺ αὐτοῦ κατὰ τὸν Πολλακόπαν ἐκδιδοῖ ἐς τὰς λίμνας. εἰ δή τις μὴ ἀποφράξειε τὸν Πολλακόπαν αὖθις, ὡς κατὰ τὰς ὄχθας ἐκτραπὲν φέρεσθαι τὸ ὕδωρ κατὰ πόρου, ἐκένωσεν ἂν τὸν Εὐφράτην ἐς αὑτόν, ὡς μηδʼ ἐπάρδεσθαι ἀπʼ αὐτοῦ τὴν Ἀσσυρίαν γῆν.