20.6
Ἀλέξανδρον δὲ λόγῳ μὲν οὐ φάναι ἐθέλειν ἐς τοσήνδε ταλαιπωρίην καὶ τοσόνδε κίνδυνον τῶν τινα ἑωυτοῦ φίλων ἐμβάλλειν, αὐτὸς δὲ ταύτῃ δὴ καὶ μᾶλλον οὐκ ἀνιέναι ἀλλὰ λιπαρέειν.
20.7
οὕτω δὴ ἀγαπῆσαί τε Ἀλέξανδρον τοῦ Νεάρχου τὴν προθυμίην, καὶ ἐπιστῆσαι αὐτὸν ἄρχειν τοῦ στόλου παντός.
20.8
καὶ τότε δὴ ἔτι μᾶλλον τῆς στρατιῆς ὅ τι περ ἐπὶ τῷ παραπλόῳ τῷδε ἐτάσσετο καὶ τὰς ὑπηρεσίας ἵλεω ἔχειν τὴν γνώμην, ὅτι δὴ Νέαρχόν γε οὔποτε ἂν Ἀλέξανδρος προήκατο ἐς κίνδυνον καταφανέα, εἰ μή σφι σωθήσεσθαι ἔμελλεν.
20.9
λαμπρότης τε πολλὴ τῇ παρασκευῇ ἐπεοῦσα καὶ κόσμος τῶν νεῶν, καὶ σπουδαὶ τῶν τριηράρχων ἀμφὶ τὰς ὑπηρεσίας τε καὶ τὰ πληρώματα ἐκπρεπέες καὶ τοὺς πάντη δὴ κατοκνέοντας ἐς ὁρμὴν ἅμα καὶ ἐλπίδας χρηστοτέρας ὑπὲρ τοῦ παντὸς ἔργου ἐπηρκότα ἦν.
20.10
πολλὸν δὲ δὴ συνεπιλαβέσθαι ἐς εὐθυμίην τῇ στρατιῇ τὸ δὴ αὐτὸν Ἀλέξανδρον ὁρμηθέντα κατὰ τοῦ Ἰνδοῦ τὰ στόματα ἀμφότερα ἐκπλῶσαι ἐς τὸν πόντον, σφάγιά τε Ποσειδῶνι ἐντεμεῖν καὶ ὅσοι ἄλλοι θεοὶ θαλάσσιοι, καὶ δῶρα μεγαλοπρεπέα τῇ θαλάσσῃ χαρίσασθαι.
20.11
τῇ τε ἄλλῃ τῇ Ἀλεξάνδρου παραλόγῳ εὐτυχίῃ πεποιθότας οὐδὲν ὅ τι οὐ τολμητόν τε ἐκείνῳ καὶ ἐπικτὸν ἡγέεσθαι.
21.1
ὡς δὲ τὰ ἐτήσια πνεύματα ἐκοιμήθη, ἃ δὴ τοῦ θέρεος2τὴν ὥρην πᾶσαν κατέχει ἐκ τοῦ πελάγεος ἐπιπνέοντα ὡς ἐπὶ τὴν γῆν, καὶ ταύτῃ ἄπορον τὸν πλόον ποιέοντα, τότε δὴ ὥρμηντο ἐπὶ ἄρχοντος Ἀθήνησι Κηφισοδώρου, εἰκάδι τοῦ Βοηδρομιῶνος μηνός, κατʼ ὅτι Ἀθηναῖοι ἄγουσιν· ὡς δὲ Μακεδόνες τε καὶ Ἀσιανοὶ ἦγον, %2%2 τὸ ἑνδέκατον βασιλεύοντος Ἀλεξάνδρου.
21.2
θύει δὲ καὶ Νέαρχος πρὸ τῆς ἀναγωγῆς Διὶ Σωτῆρι, καὶ ἀγῶνα ποιέει καὶ οὗτος γυμνικόν. ἄραντες δὲ ἀπὸ τοῦ ναυστάθμου τῇ πρώτῃ ἡμέρῃ κατὰ τὸν Ἰνδὸν ὁρμίζονται ποταμὸν πρὸς διώρυχι μεγάλῃ, καὶ μένουσιν αὐτοῦ δύο ἡμέρας· Στοῦρα δὲ οὔνομα ἦν τῷ χώρῳ· στάδιοι ἀπὸ τοῦ ναυστάθμου ἐς ἑκατόν.
21.3
τῇ τρίτῃ δὲ ἄραντες ἔπλωον ἔστε ἐπὶ διώρυχα ἄλλην σταδίους τριήκοντα, ἁλμυρὴν ἤδη ταύτην τὴν διώρυχα· ἀνῄει γὰρ ἡ θάλασσα ἐς αὐτήν, μάλιστα μὲν ἐν τῇσι πλημμύρῃσιν, ὑπέμενε δὲ καὶ ἐν τῇσιν ἀμπώτεσι τὸ ὕδωρ μεμιγμένον τῷ ποταμῷ· Καύμαρα δὲ οὔνομα ἦν τῷ χώρῳ.